Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.65
Not analysed yet
νήν. Εἶτα τὴν κεκρυμμένην αὐτῆς διηγεῖται δόξαν· «Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν.» Ἐπειδὴ κατὰ τὸν μακάριον Παῦλον, «Ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ·» κατὰ δὲ τὸν παρόντα βίον πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. Διὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ· «Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἐσμέν.» Διὰ τοῦτο μέν φησι· «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθέν ἐστιν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη·» πάλιν κροσσωτὰ χρυσᾶ καὶ ποικίλα τὰ διάφορα λέγων χαρίσματα. Τούτοις γὰρ ἐπιφέρει· «Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς· αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι, ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως.» Εὔδηλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς οἱ μὲν φθάσαντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, κατὰ τὸν μακάριον Παῦλον, καὶ τῆς ἀρετῆς τὴν τελειότητα κτησάμενοι, νύμφη προσαγορεύονται· οἱ δὲ μήπω τὴν τηλειότητα φθάσαντες, ἀλλὰ τούτων ὑποδεέστεροι τυγχάνοντες, οἷόν τινες νεάνιδες ἀκολουθοῦσι τῇ νύμφῃ, πᾶσαν εὔνοιαν καὶ φιλοστοργίαν περί τε αὐτὴν καὶ τὸν νυμφίον ἐπιδεικνύμεναι. «Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί.» Οὐ γὰρ ζηλοτυποῦσιν, οὐδὲ φθονοῦσιν, ἔξω μείνασαι, καὶ μηδέπω τῆς παστάδος τυχοῦσαι· ἀλλ' εὐφραίνονται, καὶ ἀγαλλιῶνται, καὶ γάννυνται ἐπὶ τῇ τιμῇ τῆς νύμφης, καὶ ἀρκοῦνται τῷ τῆς ἡδίστης αὐτῆς ἀπολαύειν φωνῆς. Διὸ ἐπάγουσιν· «Ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον.» Καὶ ὅπερ αὕτη τῷ νυμφίῳ ἔφη, τοῦτο αὗται τῇ νύμφῃ φασὶ, διὰ τὴν περὶ αὐτὴν εὔνοιαν καὶ στοργὴν, τοῦ νυμφίου τὴν εὔνοιαν ἐπισπώμεναι. Φησὶ γὰρ καὶ ὁ Χριστὸς τοῖς ἀποστόλοις· «Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται·» καὶ, «Ὃς ἂν ποτίσῃ ποτήριον ψυχροῦ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὑτοῦ.» Μαστοὺς δὲ πάλιν τῆς νύμφης αἱ νεάνιδες καλοῦσι τοὺς τῆς διδασκαλίας κρουνοὺς, τοὺς ἁπάσαις ταῖς ἡλικίαις τὰ πρόσφορα προχέοντας νάματα· καὶ ὑπισχνοῦνται ἀγαπήσειν τῆς νύμφης τοὺς μαστοὺς ὑπὲρ πᾶσαν ἀνθρωπίνην εὐφροσύνην. Τοῦτο γὰρ τροπικῶς ὁ οἶνος ὀνομάζεται, ὁ εὐφραίνων καρδίαν ἀνθρώπου. Ἔστι δὲ ταῦτα καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Νέᾳ Διαθήκῃ γεγενημένα καταμαθεῖν, καὶ καθ' ἑκάστην δὲ ἡμέραν γινόμενα θεάσασθαι. Ἐν μὲν γὰρ τῇ Παλαιᾷ τοῖς προφήταις ὁ Θεὸς ἀποκαλύπτων τὰ μέλλοντα, δι' αὐτῶν τοὺς τηνικάδε ἀνθρώπους τὸ δέον ἐδίδασκε. Καὶ οἱ μὲν τῶν ταμιείων καὶ ἀποκρύφων ἀπήλαυον τοῦ Θεοῦ, καὶ ἐξιόντες ἔλεγον τοῖς ἀνθρώποις τὰ ἀποκαλυπτόμενα καὶ δηλούμενα. Διὸ καὶ ὁ Δαβὶδ πρὸς τὸν Θεόν φησι· «Τὰ ἄδηλα καὶ τὰ κρύ-