Ancient Greek · ~11 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.68
Not analysed yet
φια τῆς σοφίας σου ἐδήλωσάς μοι.» Οἱ δὲ διὰ τῶν προφητῶν τῶν θείων ναμάτων ἀπολαύοντες, ὡς μεσίταις Θεοῦ καὶ ἀνθρώπων τοῖς προφήταις προσεῖχον· καὶ οἱ ἀπόστολοι δὲ, ὡσαύτως θεόθεν ἐμπνεόμενοι, τῆς εὐσεβείας τὸ κήρυγμα εἰς ἅπαντας τοὺς ἀνθρώπους τοῦτο διαπορθμεύοντες διετέλεσαν. Καὶ οἱ μὲν ἀπόστολοι τῶν Δεσποτικῶν ἀπήλαυον ταμιείων· οἱ δὲ τούτων ἀκροαταὶ τῶν ἀποστολικῶν ἐτύγχανον κρουνῶν, οἷόν τινων μαστῶν παντὸς οἴνου καὶ πάσης εὐφροσύνης τιμιωτέρων. Καὶ κατὰ τὸν παρόντα δὲ καιρὸν, οἱ τῆς Ἐκκλησίας διδάσκαλοι τὰ θεῖα νάματα προσφέρουσι τῷ λαῷ, ὥσπερ ἔκ τινων ταμιείων. Ὁ δὲ ἀπολαύων, ὥσπερ ἀπό τινων μαστῶν, τὴν πνευματικὴν ἕλκει τροφὴν, καὶ πάσης αὐτὴν εὐφροσύνης βιωτικῆς ἀμείνω ἡγεῖται. Διὰ τοῦτο καὶ ἐν τοῖς ᾌσμασιν ἡ νύμφη φησίν· «Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ.» Αἱ δὲ νεάνιδες ἀπεκρίναντο· «Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί·» καὶ ὑπισχνοῦνται λέγουσαι· «Ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον·» καὶ τὴν αἰτίαν ἐπιφέρουσιν· «Εὐθύτης ἠγάπησέ σε.» Εἰ γὰρ «χρηστὸς καὶ εὐθὺς ὁ Κύριος, κατὰ τὸν μακάριον Δαβὶδ, καὶ ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου, καὶ διὰ τοῦτο ἠγάπησέ σε·» προσήκει καὶ ἡμᾶς ἐξηρτῆσθαι σοῦ καὶ διηνεκῶς προσεδρεύειν, καὶ τῶν σῶν ἀπολαύειν μαστῶν. Εἶτα πάλιν ἡ νύμφη φησίν· δʹ. Μέλαινά εἰμι, καὶ καλὴ, θυγατέρες Ἱερουσαλὴμ, ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σολομών. εʹ. Μὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Ἡγοῦμαι οὐκ ἔτι ταῦτα πρὸς τὰς νεάνιδας λέγειν τὴν νύμφην, ἀλλὰ πρὸς τὰς ἐπὶ τῷ νόμῳ γαυριώσας, καὶ ἐπὶ τῇ Παλαιᾷ Διαθήκῃ φρυαττομένας, καὶ μεγαλοφρονούσας, καὶ ὀνειδιζούσας αὐτῇ, οὐ τὸ ἀλλόφυλον μόνον, ἀλλὰ καὶ τὴν προτέραν δεισιδαιμονίαν, καὶ τὴν ἐντεῦθεν γινομένην μέλαιναν χρόαν. Διὸ λέγει πρὸς αὐτάς· Οὐ μόνον εἰμὶ μέλαινα, ἀλλὰ καὶ καλή· ἀνέβλεψα γὰρ πάλαι τυφλώττουσα, καὶ ῥάκια παλαιὰ περικειμένη, νῦν ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη, τὸ βασιλικὸν ἔσχον ἀξίωμα, καὶ τῷ βασιλεῖ παρίσταμαι, ἐξωθησαμένη σε ἐπιμανεῖσαν τῷ βασιλεῖ, καὶ τοῦτον μὲν θανάτῳ παραδεδωκυῖαν, τῷ πλήθει δὲ τῶν μοιχῶν τὴν παστάδα μιάνασαν. Μὴ τοίνυν ὀνείδιζέ μοι τὸ μέλαν τῆς χρόας, μηδὲ τὰ πρότερά μοι ἄγε εἰς μέσον κακά. Μέλαινα γάρ εἰμι, ὁμολογῶ, ἀλλὰ καλὴ καὶ ἀρέσκουσα τῷ νυμφίῳ. Φοβήθητι τῆς Μαριὰμ τὸ παράδειγμα· ὠνείδισε γὰρ κἀκείνη Μωσεῖ, ὅτι Αἰθιόπισσαν γυναῖκα ἠγάγετο, καὶ ἐγένετο λεπρῶσα ὡσεὶ χιών· καὶ ὡς ἀκάθαρτος ἔξω τῆς παρεμβολῆς ἐξεβλήθη, καὶ οὐκ εἰσελήλυθεν, ἄχρις οὗ μετενόησε. Κἀγὼ τοίνυν Αἰθιόπισσα μὲν, ἀλλὰ τοῦ μεγάλου Νομοθέτου νύμφη· καὶ θυγάτηρ μὲν ἱερέως Μαδιὰμ ἀνδρὸς εἰδωλολάτρου· ἐπελαθόμην δὲ τοῦ λαοῦ μου, καὶ τοῦ οἴκου τοῦ πατρός μου· διὸ ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους μου. Μὴ βλέψητέ με τοίνυν ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος· ὄψεσθέ με λελευκασμένην τὴν νῦν μεμελανωμένην, καὶ βοήσετε· Τίς αὕτη ἡ