Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.69
Not analysed yet
ἀναβαίνουσα λελευκανθισμένη; Ἐρῶ δὲ ὑμῖν καὶ τὴν αἰτίαν τῆς μελανώσεως ταύτης. Ἐμελανώθην γὰρ λατρεύουσα τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τὸν ἥλιον τοῦτον τὸν αἰσθητὸν, ἀντὶ τοῦ ἡλίου τῆς δικαιοσύνης προσκυνήσασα. Ἀλλ' εἶδον τὴν διαφορὰν ἐκείνου καὶ τούτου, καὶ καταλιποῦσα τὸ ποίημα, τὸν Ποιητὴν προσεκύνησα. Μὴ βλέψητέ με τοίνυν, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος, ἢ ὡς ὁ Σύμμαχος, ὅτι καθήψατό μου ὁ ἥλιος. «Μέλαινα γάρ εἰμι, καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ·» μέλαινα διὰ τὴν προτέραν ἀσέβειαν, καλὴ διὰ τὴν μετάνοιαν· μέλαινα διὰ τὴν ἀπιστίαν, καλὴ διὰ τὴν πίστιν. Καὶ οὕτω σφόδρα ἤμην μέλαινα, ὡς τὰ σκηνώματα Κηδὰρ, ὃ ἑρμηνεύεται σκοτασμός· οὕτω δὲ γέγονα καλὴ, ὡς δέῤῥεις Σολομὼν ἀντὶ τοῦ, ὡς σκηναὶ τοῦ Σολομῶντος, ὡς τὰ περιβόλαια τοῦ Σολομῶντος, περὶ ὧν ὁ Κύριός φησι· «Ἀποβλέψατε εἰς τὰ κρίνα τοῦ ἀγροῦ, ἃ οὔτε νήθει, οὔτε ὑφαίνει, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀμφιέννυσιν αὐτά· ἀμὴν λέγω ὑμῖν, οὐδὲ Σολομὼν ἐν τῇ δόξῃ αὑτοῦ περιεβάλετο, ὡς ἓν τούτων.» Διὸ καὶ, μετὰ βραχὺ, κρίνον αὐτὴν ὁ νυμφίος ὀνομάζει, ὡς μήτε νήθουσαν, μήτε ὑφαίνουσαν, τὸν ἀφρόντιδα δὲ βίον μετοῦσαν, καὶ ὑπ' αὐτοῦ τοῦ νυμφίου ἀμφιεννυμένην καὶ τρεφομένην. Φησὶ τοίνυν ἡ νύμφη, ὅτι Πάλαι τοῖς σκηνώμασι Κηδὰρ ἀπεικασμένη, ὃ ἑρμηνεύεται σκοτασμὸς, καὶ τῷ σκότει δουλεύουσα, καὶ τοῖς δαίμοσι λατρεύουσα, νῦν ἐξαίφνης ἠμείφθην, καὶ ἔοικα ταῖς δέῤῥεσι τοῦ Σολομῶντος ἐοικέναι· ἐπειδὴ καὶ αὕτη οὐ μόνον νύμφη, ἀλλὰ καὶ ναὸς ἐγένετο τοῦ εἰρηνικοῦ Χριστοῦ. «Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί.» Ἔχεται δὲ καὶ ταῦτα τῶν προειρημένων. Διδάσκει δὲ τὰς θυγατέρας Ἱερουσαλὴμ, ὅπως, μέλαινα οὖσα καὶ δυσειδὴς, ἐξαίφνης καλὴ ἐγένετο. «Υἱοὶ γὰρ, φησὶ, μητρός μου ἐμαχέσαντο ἐν ἐμοί·» υἱοὺς μὲν καλοῦσα τοὺς ἱεροὺς ἀποστόλους, περὶ ὧν τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῷ μδʹ ψαλμῷ πρὸς αὐτὴν τὴν βασιλίδα· «Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.» Μητέρα δὲ αὐτῆς καὶ αὐτῶν καλεῖ τὴν ἄνω Ἱερουσαλὴμ, περὶ ἧς ὁ μακάριος Παῦλος λέγει· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Οἱ τοίνυν υἱοὶ, φησὶ, τῆς μητρός μου ἐμαχέσαντο ἐν ἐμοί·» τὸν κατὰ τῆς εἰδωλολατρείας, καὶ τῆς ἄλλης παρανομίας γενόμενον τοῖς ἀποστόλοις πόλεμον· οἵτινες ἐν ἑκάστῳ τῶν ἀκροατῶν, οἷόν τινα μάχην καὶ πόλεμον ἀνεδέχοντο, ἀγωνιζόμενοι ἐκβάλλειν μὲν τὰ πονηρὰ ἔθη τῶν ψυχῶν, τοὺς δὲ τῆς εὐσεβείας ἐγκαταπῆξαι νόμους. Καὶ ἵνα σαφέστερον μάθωμεν, πῶς ἐν ταῖς τῶν μαθητευομένων ψυχαῖς διεμάχοντο οἱ μακάριοι τῆς εὐσεβείας κήρυκες, ἀκούσωμεν τοῦ μακαρίου