Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.72
Not analysed yet
Στεφάνου διαμαχομένου καὶ λέγοντος· «Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.» Καὶ ὁ μακάριος δὲ Παῦλος Κορινθίοις μὲν ἐπιστέλλων φησίν· «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται·» καὶ πάλιν, «Μήπως ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων.» Γαλάταις δὲ γράφων, «Ὦ ἀνόητοι, φησὶ, Γαλάται, τίς ὑμᾶς ἐβάσκηνε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος;» Οὕτως ἐπιτιμῶντες, καὶ παραινοῦντες, καὶ τὰς ῥυτίδας τῶν ἁμαρτημάτων διατείνοντες, καὶ τὰ γεγηρακότα ἀποξύοντες ἤθη, νέαν ἀντὶ παλαιᾶς, καὶ ἀντὶ δυσειδοῦς καὶ εἰδεχθοῦς εὐπρεπῆ, καὶ ἀντὶ μελαίνης λευκοτάτην ἀπεφήναντο τοῦ Κυρίου τὴν νύμφην οἱ πρῶτοι τῆς εὐσεβείας ὑποφῆται καὶ κήρυκες. Διὰ τοῦτο ἡ νύμφη δεῖξαι βουλομένη τίνα τρόπον ὡραία γέγονε καὶ καλὴ, φησίν· «Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί. Ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσι.» Παρέδωκάν μοι γὰρ οἷόν τινας ἀμπελῶνας, τὰς θείας ἐντολάς· καὶ ταύτας οὐκ ἐργάζεσθαι μόνον καὶ γεωργεῖν, ἀλλὰ καὶ φυλάττειν παρεκελεύσαντο, ἵνα μή τι τῶν πονηρῶν θηρίων λυμαίνηται τὸν καρπόν. Τούτοις ἐπιφέρει· «Ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.» Διπλῆν ἔχει τὴν ἔννοιαν τὸ ῥητὸν, εὐσεβῆ δὲ ἑκατέραν, καὶ ὠφελείας μεστήν. Ἢ γὰρ τοῦτο λέγει, ὅτι Τὸν πρότερόν μου ἀμπελῶνα, ὃν πρὸ τῆς πίστεως ἐγεώργουν, τὸν πατρόθεν μοι παραδοθέντα, καταλέλοιπα ἀνεπιμέλητον καὶ ἀφύλακτον, ὥστε παντελῶς τὰ πρότερα ἤδη διαφθαρῆναι, καὶ λήθῃ παραδοθῆναι· ἢ ὅτι Τὸν ἐμὸν ἀμπελῶνα, τουτέστι τῆς ἐμῆς ψυχῆς τὴν ὠφέλειαν ἀφιεμένη, καὶ τὰ τῶν ἄλλων κέρδη τῶν οἰκείων κερδῶν προαιρουμένη. Τοῦτο γὰρ καὶ ὁ μακάριος Παῦλός φησιν, ὅτι «Ἡ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς·» καὶ πάλιν, «Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος·» καὶ περὶ ἑαυτοῦ δέ φησιν, ὅτι «Οὐ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.» Τέθεικα δὲ ἀμφότερα τὰ νοήματα, ἵν' ἔχοιεν οἱ ἐντυγχάνοντες ἀμφοτέρων τὴν γνῶσιν, καὶ τὸ δοκοῦν αὐτοῖς ἀληθέστερον εἶναι λάβωσιν. Μετὰ ταῦτα ἡ νύμφη, καταλιποῦσα τούς τε πρὸς τὰς νεάνιδας λόγους, καὶ τὴν πρὸς τὰς θυγατέρας Ἱερουσαλὴμ διδασκαλίαν, τρέπεται πρὸς τὸν νυμφίον, καὶ ἣν ἔχει περὶ αὐτὸν ἀγάπην γυμνοῖ, καί φησιν· ϛʹ. Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μή ποτε γένωμαι ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου. Δειμαίνουσα γὰρ, καὶ ἀγωνιῶσα μὴ στερηθῇ τοῦ νυμφίου, καὶ ἑτέροις περιπέσῃ ποιμνίοις οὐχ ὑπ' αὐτοῦ ποιμαινομένοις, ἀλλ' ὑπὸ ἄλλων τινῶν ἑταίρων αὐτοῦ ὀνομαζομένων, οὐ κατὰ τὴν ἀξίαν οὐδὲ κατὰ τὸ κοινὸν τοῦ φρονήματος, ἀλλὰ