Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.73
Not analysed yet
κατὰ τὴν μίμησιν τοῦ ἐπιτηδεύματος ἱκετεύει τὸν νυμφίον λέγουσα· Ἐπειδὴ ἠγάπησέ σε ἡ ψυχή μου, εἰπέ μοι κατὰ τὸν τῆς μεσημβρίας καιρὸν ποῦ ποιμαίνεις, ἢ ποῦ κοιτάζεις τὰ πρόβατα· μὴ ἀγνοοῦσα τῇδε κἀκεῖσε περινοστήσω, καὶ ἀλωμένη καὶ πλανωμένη περιπέσω ἀγέλαις οὐ τῆς σῆς ἐπιστασίας ἀξιωμέναις, ἀλλά τινας ἄλλους νομέας καὶ βουκόλους ἐχούσαις. Τὸ γὰρ «περιβαλλομένη,» ῥεμβομένη ὁ Σύμμαχος τέθεικεν. Εἰκότως δὲ καὶ κατὰ τὸν τῆς μεσημβρίας καιρὸν πυνθάνεται ἡ νύμφη ποῦ ὁ νυμφίος μένει, ἐπειδὴ τοῦ φωτὸς τῆς γνώσεως ἐγκρατοῦς γενομένου, ἀνεφύησαν αἱ αἱρέσεις, Χριστιανῶν μὲν τὸ ὄνομα ἔχουσαι, ἀλλ' ἔρημοι τῆς ἀληθείας ὑπάρχουσαι. Τούτου χάριν ἀγωνιῶσα μαθεῖν ἐφίεται τοῦ νυμφίου τὸν τόπον, ἔνθα κατὰ τὸν τῆς μεσημβρίας καιρὸν κοιτάζει τὰ πρόβατα, ἵνα μὴ περιπέσῃ ταῖς τῶν καλουμένων ἑταίρων ἀγέλαις. Ἰστέον δὲ ὅτι, ὥσπερ ἦσαν οἱ προφῆται, καὶ τούτων ἐναντίοι ψευδοπροφῆται, καὶ πάλιν ἀπόστολοι, καὶ τὰ ἐναντία φρονοῦντες ψευδαπόστολοι, οὕτως καὶ ψευδόχριστοι ὑπὸ τῆς θείας καλοῦνται Γραφῆς. Διὸ καὶ ὁ Κύριός φησιν, ὅτι «Ἀναστήσονται πολλοὶ ψευδοπροφῆται, καὶ πολλοὺς πλανήσουσι.» Καὶ ὁ μακάριος δὲ Παῦλος οὐ μόνον ψευδαδέλφους οἶδε λέγειν, ἀλλὰ καὶ ψευδαποστόλους. Διό φησιν· «Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοί εἰσι.» Τούτοις ἡ νύμφη μὴ περιπεσεῖν ἱκετεύει· ἐπειδὴ τὸ ποιμενικὸν ἐπιδείκνυνται σχῆμα καὶ ἀγέλας ὡσαύτως, καὶ ποίμνας ἔχοντες φαίνονται· ὁποῖοί εἰσιν οἱ τὰ τοῦ Ἀρείου, καὶ Εὐνομίου, καὶ Μαρκίωνος, καὶ Βαλεντίνου, καὶ Μάνητος, καὶ Μοντανοῦ φρονοῦντες· σχῆμα μὲν χριστιανικὸν καὶ ὄνομα περικείμενοι, καὶ ἐκκλησίας οἰκοδομοῦντες, καὶ θείας Γραφὰς πεπλανημένοις προβάτοις ἀναγινώσκοντες, καὶ νέμοντες κακῶς τοὺς πειθομένους, καὶ ἑταῖροι τοῦ νυμφίου νομιζόμενοι, ἐπίβουλοι δὲ ὄντες καὶ ὀλέθριοι, καὶ δηλητήρια τοῖς προβάτοις ἀντὶ τῆς τροφίμου πόας ὀρέγοντες. Διὰ τοῦτο ἡ νύμφη ἱκετεύει τὸν νυμφίον, ὑποδεῖξαι αὐτῇ ποῦ κοιτάζει τὰ πρόβατα ἐν μεσημβρίᾳ, ἵνα μὴ γένηται «περιβαλλομένη,» ἢ ῥεμβομένη κατὰ τὸν Σύμμαχον, ἐπ' ἀγέλας τῶν ἑταίρων αὐτοῦ προσαγορευομένων, ἐναντίων δὲ αὐτῷ ὑπαρχόντων. Ἀποκρίνεται οὖν ὁ νυμφίος τῇ νύμφῃ· καί φησιν· ζʹ. Ἐὰν μὴ γνῷς σεαυτὴν, ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τοὺς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰς σαυτὴν ἀποβλέπουσα, καὶ τὰ κατὰ σαυτὴν περισκοποῦσα, καλὴ γὰρ γέγονας, καὶ πασῶν γυναικῶν εὐπρεπεστάτη, γνώριζε τὰς ὁμοίας σοι. Ἐὰν δὲ σαυτὴν ἠγνόησας, ἐρεύνησον τῶν ποιμνίων τὰ ἴχνη, καὶ ἀκολουθοῦσα ποίμαινε μὴ τὰ πρόβατα μόνον, ἀλλὰ καὶ τοὺς ἐρίφους σου, ἐν τοῖς σκηνώμασι τῶν ποιμένων. Βούλεται γὰρ ὁ φιλάνθρωπος Δεσπότης οὐ μόνον τοὺς δικαίους, ἀλλὰ καὶ τοὺς ἁμαρτωλοὺς ἐπιμελείας