Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.76
Not analysed yet
πάσης ἀξιοῦσθαι. Διό φησιν· «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες·» καί· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν.» Καὶ διὰ Ἰεζεκιὴλ τοῦ προφήτου· «Μὴ θελήσω, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν·» Καὶ ὁ μακάριος ἀπόστολος Παῦλος περὶ αὐτοῦ φησιν· «Ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Διὰ τοῦτο βούλεται αὐτὴν καὶ τοὺς ἐρίφους βόσκειν· ἐν τύπῳ δὲ ἁμαρτωλῶν τοὺς ἐρίφους ἡ θεία παραλαμβάνει Γραφή· τούτους γὰρ ἐξ εὐωνύμων ὁ Κύριος ἔφη σταθήσεσθαι, διακριθέντας ἐκ τῶν ἀμνῶν τῶν λαχόντων δεξιὸν χῶρον. Ἐπειδὴ καὶ ἐν τῷ νόμῳ ὑπὲρ ἁμαρτίας οὐ πρόβατον, ἀλλὰ χίμαρος ἐξ αἰγῶν προσεφέρετο. Διὰ τοῦτο λέγει τῇ νύμφῃ ὁ νυμφίος· Τοῖς ἴχνεσι τῶν ποιμνίων ἀκολούθει, καὶ τῶν προλαβόντων ἁγίων ἀνερεύνα τὸν βίον· καὶ ἐν τοῖς τῶν ποιμένων ἐκείνων σκηνώμασι, τουτέστιν ἐν ταῖς ἀποστολικαῖς ἐκκλησίαις, βόσκε σου τοὺς ἐρίφους, ἀκούσασα ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ· ἀμὴν γὰρ λέγω ὑμῖν, οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. ηʹ. Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. Τροπικῶς ἐνταῦθα Φαραὼ τὸν τῆς ἡμετέρας φύσεως ἀλάστορα προσηγόρευσε, τὸν ἀλιτήριον καὶ κοινὸν ἡμῶν πολέμιον ὃν τῷ Φαραὼ παραπλησίως ἐν τοῖς ἁγίοις τοῦ βαπτίσματος ὕδασιν ὑποβρύχιον πεποίηκε. Τῇ ἵππῳ μου τοίνυν, ᾗ χρησάμενος τὰ ἅρματα τοῦ Φαραὼ κατεπόντισα, ὁμοίαν σε κρίνω πλησίον μου γενομένην, καὶ ἀγάπην περὶ ἐμὲ κτησαμένην. Ἐχρήσατο δὲ οἷόν τινι ὀχήματι τῇ τοῦ δούλου μορφῇ, ἣν κενώσας ἑαυτὸν ἀνέλαβεν, ἵνα παντὶ τῷ γένει πραγματεύσηται σωτηρίαν. Ταύτῃ τοίνυν τῇ ἵππῳ ἀπεικάζει τὴν νύμφην. Καὶ μαρτυρεῖ τῷ νοήματι ὁ Ἀπόστολος, οὑτωσὶ λέγων περὶ τοῦ Σωτῆρος Χριστοῦ· «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Καὶ πάλιν· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ἐκ τῶν ἀποστολικῶν τοίνυν ῥημάτων τὰ μυστικὰ τοῦ ᾌσματος νοήσωμεν ῥήματα, καὶ ἀκούσωμεν τοῦ νυμφίου λέγοντος, ὅτι Σὲ τὴν πλησίον μου γενομένην, καὶ διὰ τοῦτο πλησίον ὀνομαζομένην, καὶ ἐκ τοῦ πράγματος καρπουμένην τὸ ὄνομα, τῇ ἵππῳ μου ἐοικέναι φημὶ, ᾗ χρησάμενος τὸν νοητὸν Φαραὼ σὺν τοῖς ἅρμασιν αὐτοῦ κατεπόντισα, καί σοι τὴν ἐλευθερίαν ἐδωρησάμην. Τούτοις ἐπάγει· θʹ. Τί ὡραιώθησαν αἱ σιαγόνες σου, ὡς τρυ-