Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.77
Not analysed yet
γόνος. τράχηλός σου, ὡς ὁρμίσκοι. Ἀλλὰ μὴ πάλιν σαρκικῶς νοήσωμεν τὴν σιαγόνα, καὶ τὸν τράχηλον· λάβωμεν δὲ εἰς νοῦν, ὅτι καὶ πολλάκις ἡ θεία Γραφὴ σωματικοῖς ὀνόμασι καὶ ἐπὶ τῆς ψυχῆς κέχρηται· καὶ ποτὲ μέν φησιν ὁ προφήτης Ἱερεμίας· «Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ·» καὶ δεικνὺς ὅτι οὐ περὶ ταύτης λέγει, ἐπάγει, «καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου.» Ποτὲ δὲ ὁ μακάριος Παῦλος λέγει· «Τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον·» οὔτε περὶ χειρῶν, οὔτε περὶ ποδῶν, οὔτε περὶ τῆς ὁρωμένης χωλότητος ὁ μακάριος παρῄνεσε Παῦλος, ἀλλὰ τὰς πρακτικὰς τῆς ψυχῆς ἐνεργείας τούτοις τοῖς ὀνόμασι προσηγόρευσεν. Οὕτω τοίνυν νοήσωμεν τό· «Ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος, τράχηλός σου ὡς ὁρμίσκοι.» Ἐκ πολλῶν γὰρ ἀνδρῶν καὶ γυναικῶν ἡ Ἐκκλησία συγκεκροτημένη, ἔχει τινὰς μὲν σιαγόνας, τινὰς δὲ ὀφθαλμοὺς, τινὰς δὲ ἀκοὰς, τινὰς δὲ στόμα, ἄλλους δὲ χεῖρας, καὶ ἄλλους πόδας ὀνομαζομένους. Ἐπαινεῖ τοίνυν ὁ νυμφίος τοὺς τὴν σεμνότητα μετιόντας, καὶ τὸ τῆς αἰδοῦς ἐρύθημα κεκτημένους· καί φησιν· «Ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος.» Τὴν δὲ τρυγόνα φασὶν οἱ τὰς φύσεις τῶν ζώων συγγεγραφότες, οὐ φιλέρημον εἶναι μόνον, ἀλλὰ καὶ σώφρονα, καὶ τόν τε ἄῤῥενα μιᾷ θηλείᾳ συναπτόμενον, τὴν δὲ θήλειαν ἑνὶ ἄῤῥενι κοινωνοῦσαν, καὶ οὐδὲ μετὰ τὴν ἀποβίωσιν ἑτέρῳ ἢ ἑτέρᾳ συναφθῆναι ἀνεχομένην. Εἰκότως τοίνυν ταύτῃ ἐοικέναι τὴν Ἐκκλησίαν φησὶ τὴν τῷ Χριστῷ συναφθεῖσαν, καὶ τὰς τῶν ἄλλων κοινωνίας διαφυγοῦσαν, καὶ μηδὲ μετὰ τὸν θάνατον αὐτοῦ καταλιπεῖν αὐτὸν ἀνεχομένην, ἀλλὰ ἀναμείνασαν τὴν ἀνάστασιν, καὶ ἀναμένουσαν αὐτοῦ τὴν δευτέραν παρουσίαν. Καὶ τὸν τράχηλον δὲ αὐτῆς ὁρμίσκοις ἐοικέναι φησί. Περιδέραιον δέ ἐστι τοῦτο, καὶ εἶδος κόσμου τὸν τράχηλον καλλωπίζοντος. Ἐπαινεῖ δὲ αὐτὴν καλῶς ἕλκουσαν τὸν τῆς εὐσεβείας ζυγὸν, περὶ οὗ φησιν ἐν Εὐαγγελίοις ὁ νυμφίος· «Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.» Διὰ τοῦτο ἐν τοῖς ᾌσμασι θαυμάζει τὸν τράχηλον τὸν τοῦτον φέροντα τὸν ζυγὸν, ὡς οὐ δεόμενον τῆς ἔξωθεν κοσμήσεως, καὶ ἐπεισάκτου ὡραϊσμοῦ, ἀλλ' οἴκοθεν ἔχοντα τὴν εὐπρέπειαν, ὡς ἀπεικάζεσθαι γυμνὸν ὄντα ὁρμίσκοις ἄλλους τραχήλους κοσμοῦσι. Τούτων ὑπὸ τοῦ νυμφίου ῥηθέντων, ἀποκρίνονται καὶ οἱ δορυφόροι τοῦ νυμφίου, καὶ ὑπηρέται, καί φασι τῇ νύμφῃ· ιʹ, ιαʹ. Ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου. Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὑτοῦ. Δοκοῦσι δέ μοι σημαίνειν ἐνταῦθα τὸν πρὸ τῆς παρουσίας τοῦ Δεσπότου Χριστοῦ