Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.80
Not analysed yet
καιρόν· καὶ παραμυθοῦνται τὴν νύμφην, ὅτι Πάντα τὸν πρὸ τῆς ἀναστάσεως τοῦ βασιλέως καιρὸν ἡμεῖς σοὶ συνεσόμεθα, καὶ διακοσμήσομέν σε τῷ δυνατῷ κόσμῳ· καὶ οὐ καταλείψομέν σε ἕως ἀναστῇ, ἀλλὰ προσοίσομέν σοι ὁμοιώματα χρυσίου, καὶ στίγματα ἀργυρίου. Ἀκολούθως δὲ ἔφασαν ὁμοιώματα χρυσίου, καὶ οὐκ αὐτὸν τὸν χρυσόν· ἐπειδὴ μείζονα τοῦ νυμφίου τὰ δῶρα· τὰ δὲ τῶν ἐκείνου διακόνων οὐ τὴν ἴσην ἔχει δόξαν. Διὸ τοῖς θείοις Εὐαγγελίοις πλείονα προσφέρομεν τὴν τιμήν· τιμῶμεν δὲ καὶ νόμον, καὶ τοὺς προφήτας, καὶ τὰ τῶν ἁγίων ἀποστόλων συγγράμματα. Εἰκότως τοίνυν ἔφασαν οἱ τοῦ νυμφίου διάκονοι· «Ὁμοιώματα τοῦ χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου, ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ.» Στίγματα δὲ ἀργυρίου καὶ ὁμοιώματα χρυσίου τὸ ποικίλον τῶν χαρισμάτων νοήσωμεν, καὶ τῆς περὶ ἡμᾶς ὑπὸ τοῦ Θεοῦ γινομένης προνοίας. Ἀπολαύομεν γὰρ καὶ τῆς παρ' ἀγγέλων βοηθείας· «Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. «Καὶ, «Τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.» Καὶ ὁ νόμος δὲ αὐτὸς ἀγγέλων διακονούντων ἐδόθη. Διό φησιν ὁ Ἀπόστολος· «Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς νόμος ἐγένετο βέβαιος.» Ἐν ὅσῳ τοίνυν ὁ βασιλεὺς ἀνακλίνεται καὶ ἀνίσταται, ἡμεῖς, φησὶ, τὰ δυνατὰ προσοίσομεν. Ἀνάκλισιν δὲ αὐτοῦ τὸν θάνατον προσαγορεύουσιν. Διὸ καὶ ὁ Βαλαὰμ προφητεύων φησίν· «Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν·» καὶ μετ' ὀλίγα· «Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος, τίς ἀναστήσει αὐτόν; Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» Ταῦτα δὲ καὶ ἐν τῇ προφητείᾳ τοῦ πατριάρχου Ἰακὼβ τῇ πρὸς τὸν Ἰούδαν εἰρημένῃ ἔστιν εὑρεῖν. Τούτων ἄνωθεν οὕτω ῥηθέντων ὑπὸ τῶν τοῦ νυμφίου διακόνων, πάλιν ἡ νύμφη φησί· Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. (ιβʹ) Ἀπόδεσμος στακτῆς ἀδελφιδοῦς μου ἐμοί. Ζητητέον δὲ πρότερον, τί δήποτε αὐτὸν ἀδελφιδοῦν ὀνομάζει· νύμφην δὲ ἐδιδάχθημεν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· ἀλλὰ καὶ γυναῖκα προτέραν τοῦ νυμφίου τὴν Ἰουδαίων πληθὺν, λαβοῦσαν βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς, διὰ τὴν οἰκείαν ἀκολασίαν. Ἀδελφαὶ δὲ τυγχάνουσιν· ἄμφω γὰρ τὸν Ἀδὰμ αὐχοῦσι πατέρα· ἀλλ' ὁ νυμφίος ἐκ τῆς προτέρας ἐβλάστησε κατὰ τὸ ἀνθρώπινον. Φησὶ γὰρ ὁ μακάριος Παῦλος· «Πρόδηλον δὲ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος.» Καὶ πάλιν· «Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός· Καὶ τῷ σπέρματι αὐτοῦ, ὅς ἐστι Χριστός.» Καὶ περὶ τοῦ Δαβὶδ δέ φησιν ὁ μακάριος Πέτρος, ὅτι «Προφή-