Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.81
Not analysed yet
της ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, προειδὼς ἐλάλησε περὶ τοῦ θανάτου, ὅτι «Οὐκ ἐγκατελείφθη ἡ ψυχὴ εἰς ᾅδου, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.» Ἐπειδὴ τοίνυν ἀδελφαὶ τυγχάνουσαι, ἥ τε Ἰουδαίων πληθὺς, καὶ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἐκείνης δὲ υἱὸς ὁ Χριστὸς τὸ κατὰ σάρκα, εἰκότως αὐτὸν ἀδελφιδοῦν ἡ νύμφη καλεῖ, ὡς τῆς ἀδελφῆς αὐτῆς υἱὸν γενόμενον κατὰ τὸ ἀνθρώπινον. Οὗτος τοίνυν ὁ ἀδελφιδοῦς μου ἐμοὶ καὶ νάρδος ἐστὶ, καὶ ἀπόδεσμος στακτῆς· πολλοῖς γὰρ αὐτὸν ὀνόμασι προσαγορεύω, ὑπὸ τῆς εὐοσμίας τοῦ μύρου αὐτοῦ καταθελγομένη, καὶ οὐ δύναμαι ἑνὶ ὀνόματι χρήσασθαι. Πάσας γὰρ ὁμοῦ τὰς προσηγορίας νικᾷ τῆς εὐοσμίας αὐτοῦ ἡ δύναμις· ἀλλ' ὑπὸ τῆς ἀγάπης αὐτοῦ νικωμένη, καὶ νάρδον αὐτὸν ὀνομάζω, καὶ ἀπόδεσμον στακτῆς προσαγορεύω. Νάρδον μὲν, ὡς καὶ ἀλιφέντα τῇ νάρδῳ τῇ πιστικῇ τῇ πολυτίμῳ, ἧς ἡ ὀσμὴ ὅλον τὸν οἶκον ἐπλήρωσε, τύπον ἔχοντα τῆς οἰκουμένης· ἐπλήρωσε γὰρ τῆς εὐώδους πίστεως τὴν οἰκουμένην ἡ ὑπὸ τῶν εὐσεβῶν τῷ Κυρίῳ προσενεχθεῖσα θεραπεία· ἀπόδεσμον δὲ αὐτὸν καλῶ στακτῆς, ἐπειδὴ αὐτὸς «Κατέβη ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.» Κέκληται δὲ ὑπὸ τῶν προφητῶν καὶ σταγών· «Ἔσται γὰρ, φησὶν, ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου συναγόμενος συναχθήσεται Ἰακώβ.» Ἰστέον δὲ ὅτι ὁ Σύμμαχος, καὶ ὁ Ἀκύλας, σμύρναν τὴν στακτὴν ὠνομάκασι. Δηλοῖ δὲ ἡ σμύρνα τοῦ νυμφίου τὸν θάνατον, καὶ τὴν ἐκεῖθεν γενομένην εὐοσμίαν τῇ νύμφῃ. Προσέθηκε δέ· «Ἀναμέσον τῶν μαστῶν μου αὐλισθήσεται.» Τουτέστιν ἐν τῷ ἡγεμονικῷ τῆς ψυχῆς μου, ὃ τῇ καρδίᾳ ἐπαναπαύεται μεταξὺ τῶν μαστῶν διακειμένῃ. Δηλοῖ δὲ τοῦτο τῆς προφητείας τὸ πέρας, τῆς ὑπὸ Θεοῦ λεγομένης· «Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαὸς, λέγει Κύριος παντοκράτωρ.» Καὶ αὐτὸς δὲ ὁ νυμφίος ὑπισχνεῖται λέγων, ὅτι «Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» Διὸ καὶ ὁ Παῦλος βοᾷ, «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» Τούτου χάριν ἡ νύμφη φησίν· «Ἀναμέσον τῶν μαστῶν μου αὐλισθήσεται. ιγʹ. Βότρυς κύπρου ἀδελφιδοῦς μου ἐμοὶ ἐν ἀμπελῶσιν Ἐνγαδδί. Ἀποροῦσα ἡ νύμφη, ποῖον ὄνομα ἐπιθῇ τῷ νυμφίῳ, τῇδε κἀκεῖσε περινοστεῖ, καὶ πανταχόθεν προσηγορίας ἐρανιζομένη ἐπιτίθησιν αὐτῷ, ἐπειγομένη μὲν ὑπὸ τῆς ἀγάπης αὐτὸν καλεῖν, οὐ δυναμένη δὲ εὑρεῖν τὴν ἀξίαν προσηγορίαν. Διὸ πάλιν βότρυν αὐτὸν ὀνομάζει κύπρου, τουτέστι κυπρίζοντα, ἀντὶ τοῦ ἀνθεῖν ἀρξάμενον. Εὐώδης γὰρ ἡ ἄμπελος κατ' ἐκεῖνο τοῦ καιροῦ. Προστίθησι δὲ,