Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.84
Not analysed yet
»Ἐν τοῖς ἀμπελῶσιν Ἐνγαδδὶ» τοιοῦτός ἐστιν εὐώδης. Εἰ μὲν οὖν τὸ χωρίον σημαίνει τὸ ἐν τῇ Ἰουδαίᾳ, ὡς ἀμπελῶσι θαυμαστοῖς κεκοσμημένον, νοητέον τροπικῶς, ὅτι Ὑπὲρ ἐκείνας τὰς ἀμπέλους εὐώδης σου ὁ βότρυς ὑπάρχει. Εἰ δὲ διὰ τὴν τοῦ ὀνόματος σημασίαν τὴν προσηγορίαν τοῦ «Ἐνγαδδὶ» τέθεικεν, ὅπερ ἑρμηνεύεται ὀφθαλμὸς πειρατηρίου, νοητέον οὕτως, ὅτι Καὶ ἐν πειρασμοῖς ὑπάρχουσα, καὶ ὑπὸ πολλῶν πολεμουμένη, τῆς σῆς εὐοσμίας ἀντιλαμβάνομαι· καὶ τῶν κατὰ τὸν παρόντα καιρὸν ἀνθούντων ἀμπελώνων, τροπικῶς νοουμένων, πειρατηρίου δὲ ὄντων μέσον· πειρατήριον γάρ ἐστι ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς· προκρίνω τὴν εὐοσμίαν τοῦ κυπρίζοντος βότρυος. Εἰ δὲ ὁ ἄρτι ἀνθῶν τοιοῦτός ἐστι, σκοπητέον οἷος ὁ περκάζων καὶ εἰ ὁ περκάζων τούτου κρείττων, ἐνθυμητέον οἷος ὁ πέπειρος, καὶ ταῖς ληνοῖς ἐπιτήδειος. Ἡγοῦμαι γὰρ τὸν αὐτὸν, ἀναλόγως ταῖς πνευματικαῖς ἡλικίαις, τοῖς μὲν ἀνθεῖν, τοῖς δὲ ὀμφακίζειν, τοῖς δὲ ὑποπερκάζειν, τοῖς δὲ πέπειρον εἶναι, ὑπὸ δὲ τῶν τελείων πίνεσθαι· «Τὸ γὰρ ποτήριον αὐτοῦ μεθύσκον ὡσεὶ κράτιστον.» Τούτων ὑπὸ τῆς νύμφης ῥηθέντων, πάλιν αὐτῇ ὁ νυμφίος προσδιαλέγεται, καί φησιν· ιδʹ. Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου· ἰδοὺ εἶ καλή· οἱ ὀφθαλμοί σου περιστεραί. Ἐπαινεῖ αὐτῆς πάλιν τὸ κάλλος, καὶ θαυμάζει τὴν ὥραν, καὶ τῷ διπλασιασμῷ τὴν εὐπρέπειαν αὐτῆς ἐκπλήττεται. Πρὸ δὲ πάντων τοὺς ὀφθαλμοὺς αὐτῆς ἐγκωμιάζει, καί φησιν· «Οἱ ὀφθαλμοί σου περιστεραὶ,» τουτέστι πνευματικοί· ἐν εἴδει γὰρ περιστερᾶς ἐπεφοίτησε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐνῴκησε τῷ νυμφίῳ. Διὰ τοῦτο οὐ λέγει, ὡσεὶ περιστερᾶς, ἀλλὰ «περιστεραὶ,» τουτέστι πνευματικοὶ, χάριτος θείας πεπληρωμένοι, ἀχλύος ἐλεύθεροι, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος, καὶ δυνάμενοι λέγειν· «Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ.» Ἀποκρίνεται πάλιν ἡ νύμφη, καί φησιν· ιεʹ, ιϛʹ. Ἰδοὺ εἶ καλὸς, ἀδελφιδοῦς μου, καί γε ὡραῖος πρὸς κλίνην ἡμῶν σύσκιον. Δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι. Μέχρι μὲν οὖν τοῦ παρόντος τὴν εὐοσμίαν αὐτοῦ διετέλει θαυμάζουσα· νῦν δὲ αὐτοῦ καὶ τὴν ὥραν ἐκπλήττεται, φωτισθεῖσα τοὺς ὀφθαλμοὺς, καὶ πνευματικοὺς αὐτοὺς κτησαμένη, ὡς καὶ περιστερᾶς ὀνομασθῆναι· διό φησιν, ὅτι «Καλὸς καὶ ὡραῖος ὁ ἀδελφιδοῦς μου.» Κλίνην δὲ, ὡς οἶμαι, τὴν θείαν καλεῖ Γραφήν· ἐν ᾗ ὅ τε νυμφίος καὶ ἡ νύμφη διαναπαυομένη κοινωνοῦσιν ἀλλήλοις κατὰ τὴν πνευματικὴν κοινωνίαν. Καὶ ὁ μὲν δίδωσι τοῦ λόγου τὰ