Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.85
Not analysed yet
σπέρματα· ἡ δὲ δεχομένη συλλαμβάνει, καὶ κύει, καὶ ὠδίνει, καὶ βοᾷ μετὰ τοῦ προφήτου· «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐκυήσαμεν ἐπὶ τῆς γῆς.» Σύσκιον δὲ καλεῖ τὴν κλίνην, ὡς βοηθουμένην ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος, καὶ τοῦ καύματος τῆς ἁμαρτίας ἀπηλλαγμένην. Ὅπερ γὰρ ἡ νεφέλῃ τῷ Ἰσραὴλ γέγονεν, τοῦτο ἡμῖν ἡ τοῦ Πνεύματος βοήθεια. Διὰ τοῦτό φησι· «Πρὸς κλίνην ἡμῶν σύσκιον. Δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.» Ταῦτα δὲ τὰ εἴδη τῶν ξύλων παρέλαβεν, ἐπειδὴ ἡ μὲν κέδρος ἔχει τὸ ἄσηπτον, ἡ δὲ κυπάρισσος τὸ εὐῶδες· ἀμφότερα δὲ παρὰ τῇ θείᾳ Γραφῇ ἔστιν εὑρεῖν, ἥτις ἡμῶν οὐ μόνον κλίνη, ἀλλὰ καὶ οἶκος τυγχάνει, καὶ τράπεζα, καὶ τροφή· καὶ οὐ μόνον τὴν εὐωδίαν παρέχει, ἀλλὰ καὶ τὸ ἄσηπτον, καὶ τὸ ἀπαθὲς, καὶ ἀθάνατον ἐπαγγέλλεται. Εἰ δέ τις βούλοιτο οἴκους τῆς νύμφης, καὶ τὰς ἁπανταχοῦ γῆς καὶ θαλάσσης ἐκκλησίας καλεῖν, οὐ διαμαρτήσεται τῆς ἀληθείας· τῶν κέδρων καὶ τῶν κυπαρίσσων τροπικῶς νοουμένων· τῶν μὲν ὡς δοκῶν τιμιωτέρων· αἱ γὰρ δοκοὶ τὸν ὄροφον φέρουσιν· τῶν δὲ ὑποδεεστέρων, φατνωμάτων ὀνομαζομένων. Οὕτως ἐπαινεθεὶς ὁ νυμφίος ὑπὸ τῆς νύμφης διδάσκει, ὡς οὐδέπω τὸ ἀληθινὸν αὐτοῦ τεθέαται κάλλος, ἀλλ' ἔτι τῇ τοῦ κάλλους ἐνετρύφησε σκιᾷ. ΚΕΦΑΛ. βʹ. αʹ. Ἐγὼ γὰρ, φησὶν, ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλωμάτων. Τὴν ἀνθρωπίνην μου, φησὶν, εὐμορφίαν τεθέασαι· ἐπειδὴ Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ἐγὼ γὰρ τοῦ πεδίου ἄνθος ἐγενόμην, τουτέστι, γήϊνον ἀνέλαβον σῶμα, καὶ ἐν τῇ γῇ ἐβλάστησα, προαιώνιος ὑπάρχων καὶ ὑψηλὸς, μᾶλλον δὲ ἀμέτρητος. Κρίνον ἐγενόμην οὐκ ὀρέων, οὐδὲ βουνῶν, οὐδὲ πεδίων ἁπλῶς, ἀλλὰ κοιλωμάτων. Οὐ γὰρ μόνον τοῖς ζῶσιν εὐηγγελίσατο τὴν σωτηρίαν, ἀλλὰ καὶ τοῖς νεκροῖς τὴν ἀνάστασιν, κατελθὼν εἰς τὰ κατώτερα μέρη τῆς γῆς, ἵνα πληρώσῃ τὰ πάντα. Διὰ τοῦτο τοῦ μὲν πεδίου ἄνθος ἑαυτὸν ὀνομάζει, κρίνον δὲ τῶν κοιλωμάτων, τουτέστι τῶν τεθνηκότων· καὶ γὰρ ἐκείνοις τὴν ἀναβίωσιν ἐπηγγείλατό τε καὶ ἐπραγματεύσατο. Εἶτα ἐπειδὴ ἑαυτὸν τοιούτοις ὀνόμασι προσηγόρευσε, φησὶ τῇ νύμφῃ· βʹ. Ὡς κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἐν μέσῳ τῶν θυγατέρων. Ὅση γὰρ διαφορὰ τοῦ κρίνου πρὸς τὰς ἀκάνθας, τοσοῦτο διενήνοχέ σου τὸ κάλλος τῶν θυγατέρων, αἳ οὕτω μὲν προσαγορεύονται διὰ τὸ τῆς κλήσεως ἀξιωθῆναι, τοῦ δὲ ἐκλεκταὶ εἶναι ἑαυτὰς ἀπεστερήκεισαν. «Πολλοὶ γὰρ, φησὶ, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.»