Ancient Greek · ~11 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.88
Not analysed yet
Τούτῳ δὲ ὀνόματι καὶ ὁ προφήτης Ἡσαΐας ὀνομάζει τὴν νύμφην λέγων· «Εὐφράνθητι, ἔρημος διψῶσα· εὐφρανθήτω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον·» ἔρημος γὰρ ἦν πρότερον, καὶ ἄκαρπος, καὶ ἄνυδρος ἡ νύμφη προσαγορευομένη, καὶ κλίνην οὐκ ἔχουσα σύσκιον· ἐδίψα δὲ τὸν νυμφίον· διὸ καὶ βοᾷ· «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.» Καὶ τοῦτο ὁ προφήτης εἰδὼς, πνευματικὸς γὰρ ἦν, ἔλεγεν· «Εὐφράνθητι, ἔρημος διψῶσα, εὐφρανθήτω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον.» Διὰ τοῦτο καὶ ὁ νυμφίος φησὶ πρὸς αὐτήν· «Ὡς κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀναμέσον τῶν θυγατέρων.» Καὶ ἔοικεν ἐνταῦθα τὰς τῶν αἱρετικῶν ἐκκλησίας θυγατέρας καλεῖν, διὰ τὴν αὐτοῦ κλῆσιν, καὶ οὐ διὰ τὴν ἐκείνων προαίρεσιν. Κἀκείνας μὲν ἀπεικάζει ἀκάνθαις, ταύτην δὲ κρίνῳ εὐώδει, τῷ καὶ ἔξωθεν λαμπρότητα ἔχοντι, καὶ τὸ χρυσοειδὲς ἄνθος ἐν μέσῳ περικειμένῳ. Τοιαύτη δέ ἐστιν ἡ τὴν τῆς δικαιοσύνης λαμπρότητα περικειμένη ψυχὴ, καὶ τὸ πνευματικὸν τῆς σοφίας καὶ τῆς γνώσεως χάρισμα ἔνδον ἐν τοῖς ταμείοις κρυπτόμενον περιφέρουσα. Ἀμείβεται τὸν νυμφίον ἡ νύμφη, καί φησι πρὸς αὐτόν· γʹ. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου. Πολλὴ δὲ ἡ διαφορὰ τοῦ μήλου πρὸς τὸ κρίνον· τὸ μὲν γὰρ μόνην τὴν ὄψιν, καὶ τὴν ὄσφρησιν εὐφραίνει, τὸ δὲ μῆλον πρὸς τῇ ὄψει, καὶ τῇ ὀσφρήσει καὶ τῇ γεύσει ἡδονὴν τοῖς βουλομένοις παρέχει. Ἐδώδιμον γάρ ἐστι, καὶ ἐσθίεται· διὰ τοῦτο ἡ μὲν νύμφη κρίνον ὀνομάζεται, ὁ δὲ νυμφίος μῆλον. Ὁ μὲν γὰρ ἐσθίεται καὶ γίνεται τροφὴ τῇ νύμφῃ· ἡ δὲ οὐκ ἐσθίεται, ἀλλὰ μόνην ἔχει τὴν εὐοσμίαν· διὰ τοῦτό φησιν· «Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν.» Υἱοὺς δὲ προσαγορεύει, ὥσπερ ἐκεῖ θυγατέρας, τοὺς τῆς μὲν κλήσεως ἀξιωθέντας, ἀναξίους δὲ σφᾶς αὐτοὺς καταστήσαντας τῆς ἐκλογῆς· οὓς ἐοικέναι ξύλοις δρυμοῦ, καὶ δένδροις ἀκάρποις ἡ νύμφη φησίν. Τὸν δὲ νυμφίον ὀνομάζει μῆλον, ὃ καὶ τῇ ἁφῇ λεῖον, καὶ τῇ γεύσει ἡδὺ, καὶ τῇ ὀσμῇ εὐῶδες, καὶ τῇ ὄψει τερπνότατον καὶ χαριέστατον, καὶ τῇ ἀκοῇ ἥδιστον· ἅμα γὰρ τῷ ἀκοῦσαι πάσας τῷ λόγῳ τὰς αἰσθήσεις προσφέρομεν. Τοιοῦτος δὲ ὁ Δεσπότης ἡμῶν, καὶ Σωτὴρ, καὶ νυμφίος, πάσας ἡμῶν ἑστιῶν τὰς αἰσθήσεις τυγχάνει. Ἐν τῇ τούτου σκιᾷ λέγει ἡ νύμφη ἐπιθυμῆσαι καθίσαι, καὶ τοῦτο πεποιηκέναι· μετὰ δὲ ταῦτά φησι καὶ τοῦ καρποῦ μεταλαβεῖν, καὶ γλυκύτατον τοῦτον ἐν τῷ λάρυγγι φανῆναι· βούλεται γὰρ φυγεῖν τὰς τῆς κακίας ἀκτῖνας συγκαίειν ἐπισταμένας, ἵνα μὴ πάλιν γένηται μέλαινα· σκιὰ δὲ τοῦ νυμφίου τὰ νῦν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, κατὰ τὸν μακάριον Παῦλον, φαινόμενα· «Ἄρτι μὲν γὰρ, φησὶν, βλέπω ὡς ἐν ἐσόπτρῳ, καὶ ὡς