Ancient Greek
Book p
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1
Not analysed yet
Πολλάκις μοι τῶν τῆς Ἑλληνικῆς μυθολογίας ἐξηρτημένων ξυντετυχηκότες τινὲς τήν τε πίστιν ἐκωμῴδησαν τὴν ἡμετέραν, οὐδὲν ἄλλο λέγοντες ἡμᾶς τοῖς τὰ θεῖα παρ' ἡμῶν παιδευομένοις ἢ τὸ πιστεύειν παρεγγυᾶν, καὶ τῆς τῶν ἀποστόλων κατηγόρουν ἀπαιδευσίας, βαρβάρους ἀποκαλοῦντες, τὸ γλαφυρὸν τῆς εὐεπείας οὐκ ἔχοντας· καὶ τὸ γεραίρειν δὲ τοὺς μάρτυρας καταγέλαστον ἔφασκον, καὶ λίαν ἀνόητον τὸ πειρᾶσθαι τοὺς ζῶντας παρὰ τῶν τεθνεώτων ὠφέλειαν πορίζεσθαι· προσετίθεσαν δὲ καὶ ἕτερα ἄττα παραπλήσια τούτοις, ἃ διδάξει τὸ ξύγγραμμα.