Ancient Greek
2 to 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2-8
Not analysed yet
Ἐγὼ δὲ πρὸς μὲν ἐκείνους ἅπερ ἐχρῆν διεξῆλθον, τὰ κατηγορήματα διαλύων· ἀνόσιον δὲ ᾠήθην καὶ δυσσεβὲς παριδεῖν τοὺς ἁπλοῖς ἤθεσι κεχρημένους ὑπ' ἐκείνων ἀπατωμένους καὶ μὴ ξυγγράψαι καὶ διελέγξαι τῶν κατηγορημάτων τὸ μάταιον. Καὶ διεῖλον μὲν εἰς δυοκαίδεκα διαλέξεις τὴν πραγματείαν, τὸν ἀνειμένον δὲ χαρακτῆρα τοῖς λόγοις ἐντέθεικα· τῇ διδασκαλίᾳ γὰρ εἶναι τοῦτον ὑπείληφα πρόσφορον, ἄλλως τε καὶ ταῖς Πλάτωνος καὶ τῶν ἄλλων φιλοσόφων χρώμενον μαρτυρίαις ἔδει καὶ τοὺς λόγους μὴ παντάπασιν ἀπᾴδοντας ξυναρμόσαι, ἀλλ' ἔχοντάς τινα πρὸς ἐκείνας ἐμφέρειαν. Ἡ δὲ πρώτη διάλεξις τὴν ὑπὲρ τῆς πίστεως καὶ τῆς τῶν ἀποστόλων ἀπαιδευσίας ἀπολογίαν ποιεῖται, ἐκ τῶν Ἑλληνικῶν φιλοσόφων τὰς ἀποδείξεις προσφέρουσα. Ἡ δὲ δευτέρα τῶν παρ' Ἕλλησιν ὀνομαστοτάτων σοφῶν καὶ τῶν μετ' ἐκείνους φιλοσόφων ἐπικληθέντων τὰς περὶ τῆς τῶν ὅλων ἀρχῆς ἀπαριθμεῖται δόξας· καὶ Μωϋσοῦ τοῦ πάντων ἐκείνων πρεσβυτάτου τὴν ἀληθῆ θεολογίαν ἐκ παραλλήλου τιθεῖσα, τὴν μὲν ἐκείνων διελέγχει ψευδολογίαν, τῆς δὲ τούτου διδασκαλίας ἀστράπτουσαν δείκνυσι τὴν ἀλήθειαν. Ἡ δὲ τρίτη διδάσκει, τίνα μὲν περὶ τῶν δευτέρων παρ' Ἕλλησι καλουμένων θεῶν παρ' ἐκείνοις μεμυθολόγηται, τίνα δὲ περὶ τῶν ἀσωμάτων, κτιστῶν δὲ φύσεων ἡμᾶς ἡ θεία διδάσκει γραφή, ὥστε πάλιν τῇ παρεξετάσει καὶ τῶν παρ' ἡμῖν θρησκευομένων δειχθῆναι τὸ ἀξιέπαινον καὶ τῶν μυσαρῶν ἐκείνων μύθων τὸ δυσειδὲς καὶ δυσῶδες διελεγχθῆναι. Ἡ δὲ τετάρτη περὶ τῆς ὕλης καὶ τοῦ κόσμου τὴν ὑπόθεσιν ἔχει καὶ δείκνυσι τὴν ἡμετέραν κοσμογένειαν πολλῷ τῆς Πλάτωνος καὶ τῶν ἄλλων πρεπωδεστέραν. Περὶ δὲ τῆς τοῦ ἀνθρώπου φύσεως ἡ πέμπτη δέδεκται τὸν ἀγῶνα, καὶ τὰς Ἑλληνικὰς δόξας καὶ τὰς Χριστιανικὰς ἐπιδεικνῦσα καὶ ὅσον φωτὸς καὶ σκότους διδάσκουσα τὸ διάφορον.