Ancient Greek
1.122 to 1.123
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.122-123
Not analysed yet
Καὶ τοῦτο δεδήλωκεν ὁ θεῖος ἀπόστολος ἐν Λύστροις δημηγορήσας· πρὸς γὰρ αὖ πολλοῖς ἑτέροις καὶ τάδε εἴρηκεν· «Ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοιγε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.» Τὸ μὲν γὰρ Ἀβραμιαῖον γένος καὶ νόμον θεῖον ἐδέξατο καὶ προφητικῆς ἀπήλαυσε χάριτος· τὰ δέ γε ἄλλα ἔθνη διὰ τῆς φύσεως καὶ τῆς κτίσεως ἐποδήγει πρὸς θεοσέβειαν τῶν ὅλων ὁ πρύτανις.