Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.3
Not analysed yet
Ἀλλ' οἱ μὲν τὸ σῶμα οὐκ εὖ διακείμενοι καὶ τὴν νόσον δυσχεραίνουσι καὶ ὑγείας ἱμείρονται καὶ τοῖς ἰατροῖς εἴκουσιν, οὐ μόνον ἤπια προσφέρουσι φάρμακα, ἀλλὰ κἂν τέμνωσι, κἂν καίωσι, κἂν λιμώττειν κελεύωσι, κἂν πικρῶν τινων καὶ ἀηδῶν μεστὰς προσφέρωσι κύλικας· καὶ διὰ τοιαύτης ἀνιαρᾶς ἐπιμελείας τὴν ὑγείαν καρπούμενοι, μισθὸν τοῖς οὕτως ἀκουμένοις ὀρέγουσι, καὶ τὴν θεραπείαν δεχόμενοι τὴν τῶν φαρμάκων οὐ περιεργάζονται σκευασίαν· τὴν γάρ τοι σωτηρίαν ποθοῦσιν, οὐ τὸν ταύτης τρόπον ἀνερευνῶσιν.