Ancient Greek
1.4 to 1.5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.4-5
Not analysed yet
Οἱ δὲ τῆς ἀπιστίας τὴν λώβην εἰσδεδεγμένοι οὐ μόνον ἀγνοοῦσι τὴν παγχάλεπον νόσον, ἀλλὰ καὶ τῆς ἄκρας εὐκληρίας ἀπολαύειν ὑπολαμβάνουσιν· ἢν δέ τις τῶν ταῦτα θεραπεύειν ἐπισταμένων ἀλεξίκακον φάρμακον τῷ πάθει προσενεγκεῖν ἐθελήσῃ, ἀποπηδῶσιν αὐτίκα, καθάπερ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ καὶ τὴν σφίσι προσφερομένην ἀποσείονται θεραπείαν καὶ τὴν ἰατρείαν ὡς ἀρρωστίαν ἀποδιδράσκουσιν. Χρὴ μέντοι τοὺς ταύτην μετιόντας τὴν ἐπιστήμην καὶ χαλεπαίνοντας φέρειν καὶ λοιδορουμένων ἀνέχεσθαι, κἂν πὺξ παίωσι, κἂν λακτίζωσι, τοιαῦτα γὰρ δὴ ἄττα πλημμελοῦσιν οἱ παραπαίοντες· καὶ οὐ δυσχεραίνουσι τούτων γινομένων οἱ ἰατροί, ἀλλὰ καὶ δεσμὰ προσφέρουσι καὶ καταιονῶσι βίᾳ τὰς κεφαλὰς καὶ πᾶσαν μηχανὴν ἐπινοοῦσιν, ὥστε τὸ πάθος ἐξελάσαι καὶ τὴν προτέραν τῶν μορίων ἁρμονίαν ἀποδοῦναι τῷ ὅλῳ.