Ancient Greek
1.Section t to 1.2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.Section t-2
Not analysed yet
ΠΕΡΙ ΠΙΣΤΕΩΣ. Ἰατρικὴ θεραπεία ἔστι μέν που καὶ σώματος, ἔστι δ' ἄρα καὶ ψυχῆς· καὶ γὰρ δὴ καὶ ταύτῃ κἀκείνῳ συχνὰ προσγίνεται πάθη, ἀλλὰ τῷ μὲν ἀκούσια, τῇ δέ, ὡς ἐπίπαν, αὐθαίρετα. Τοῦτο οὖν εὖ εἰδώς, οἷα δὴ πάνσοφος ὁ Θεὸς καὶ ψυχῶν καὶ σωμάτων καὶ τῶν ὅλων δημιουργός, ἑκατέρᾳ φύσει προσένειμεν ἁρμόδια φάρμακα, καὶ μέντοι καὶ ἰατροὺς ἐπέστησε, τοὺς μὲν ταύτην, τοὺς δὲ ἐκείνην ἐκπαιδεύσας τὴν ἐπιστήμην, καὶ στρατηγεῖν καὶ ἀριστεύειν κατὰ τῶν νοσημάτων ἐκέλευσεν.