Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.6
Not analysed yet
Τοῦτο δὴ καὶ ἡμῖν ποιητέον, καὶ τῶν οὕτω διακειμένων ἐπιμελητέον εἰς δύναμιν. Εἰ γὰρ καὶ ὀλίγοι λίαν εἰσὶν οἱ τῷ πάθει δεδουλωμένοι καὶ ἐοίκασιν ὑποστάθμῃ τινὶ παχείᾳ τῶν τοῦ διυλιστῆρος οὐ διϊκνουμένῃ πόρων διὰ παχύτητα, ἀλλ' οὖν οὐκ ἀμελητέον αὐτῶν οὐδὲ παροπτέον φθειρομένους ὑπὸ τοῦ πάθους, ἀλλὰ πάντα πόρον ἐξευρητέον, ὥστε τὴν ἐπικειμένην αὐτοῖς ὁμίχλην ἀποσκεδάσαι καὶ τοῦ νοεροῦ φωτὸς ἐπιδεῖξαι τὴν αἴγλην. Οὐδεὶς γὰρ φιλόπονος γεωργὸς τὰς μὲν πολλὰς ἀκάνθας ἐκτέμνει,