Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.10
Not analysed yet
Καὶ ταῦτα δὲ τοῖς εἰρημένοις προστέθεικεν· «Παυσαμένου δὲ τοῦ Ἀμμωνίου, μᾶλλον, ἔφην ἐγώ, περὶ τοῦ μαντείου δίελθε ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη γὰρ ἡ παλαιὰ δόξα τῆς ἐκεῖ θειότητος, τὰ δὲ νῦν ἔοικεν ἀπομαραίνεσθαι. Τοῦ δὲ Κλεομβρότου σιγῶντος καὶ κάτω βλέποντος, ὁ Δημήτριος οὐδὲν ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν, τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυοῖν ἁπάντων ἔκλειψιν ὁρῶντας.»