Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.11
Not analysed yet
Ταῦτα μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ὁ Πλούταρχος ἔγραψεν· τοιγάρτοι ὁ χρόνος δηλοῖ τῆς τῶν χρηστηρίων ἐκλείψεως τὴν αἰτίαν. Καὶ ὁ Πορφύριος δὲ ἐν τῷ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας καὶ ταῦτα ἔφη· «Ἀλλ' ἤδη καὶ τὴν γνῶσιν τῆς φορᾶς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τούτων διηγήσεις ἀκαταλήπτους εἶναι ἀνθρώποις, καὶ οὐ μόνον τούτοις, ἀλλὰ καί τισι τῶν δαιμόνων· ὅθεν καὶ ψεύδονται περὶ πολλῶν ἐρωτηθέντες.»