Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.9
Not analysed yet
Ἐν μὲν οὖν τοῖς ἔμπροσθεν ἐξητασμένοις ἔφη μὴ εἶναι τὰ μαντεῖα θεῶν, ἀλλὰ δαιμόνων· ἐνταῦθα δὲ τούτους καὶ πονηροὺς προσηγόρευσε, τεκμηρίοις ἐναργεστάτοις τοῖς ὑπ' αὐτῶν δρωμένοις χρησάμενος. Τίνι γάρ που προσήκουσιν ὠμοφαγίαι καὶ διασπασμοὶ αἰσχρορημοσύναι τε καὶ αἰσχρουργίαι καὶ μανίαι ὀρινομένων καὶ ῥιψαυχενούντων σὺν κλόνῳ, ἢ δαίμοσι παμπονήροις, τὸ τῶν ἀνθρώπων πημαίνουσι γένος; οἳ πάλαι μέν, οἷα δὴ ἀλάστορες, ταῖς τῶν τρισαθλίων ἀνθρώπων σφαγαῖς ἐπετέρποντο, ἐπειδὴ δὲ βδελυξαμένους εἶδον τοὺς ἀνθρώπους τὴν ἀνδροφονίαν ἐκείνην καὶ μιαιφονίαν τὴν αὐτοῖς ἀξιέραστον καὶ παυσαμένους τοῦ μύσους, τὰς διαμαστιγώσεις καὶ ὠμοφαγίας καὶ τὰς ἄλλας ἐπενόησαν τελετάς.