Ancient Greek
10.12 to 10.16
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.12-16
Not analysed yet
Οὐκοῦν, ὦ ἄνδρες, ἐπειδήπερ ἡμῖν περὶ τῶν ὑμετέρων χρηστηρίων λέγουσιν ἀπιστεῖτε, τῷ ἡμῖν μὲν ἐχθίστῳ, ὑμῖν δὲ προσφιλεστάτῳ πιστεύσατε· ἄσπονδος γὰρ ἡμῶν οὗτος πολέμιος, τὴν προφανῆ κατὰ τῆς εὐσεβείας ἀναδεξάμενος μάχην. Οὗτος δὲ ψεύδεσθαι εἴρηκε τοὺς τοῖς καλουμένοις μαντείοις προσεδρεύοντας δαίμονας. Ὅτι δὲ τοὺς αὐτοὺς καὶ θεοὺς ὀνομάζει καὶ ἀστρολογίαν μᾶλλον αὐτοῖς ἢ θείαν πρόγνωσιν μαρτυρεῖ, ἐν αὐτῷ δεδήλωκε τῷ ξυγγράμματι· λέγει δὲ ταῦτα· «Ἃ γὰρ λέγουσιν οἱ θεοί, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσι· καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν.» Ἀλλ' οὓς ἐνταῦθα θεοὺς προσηγόρευσε, πάλιν ἔφη μὴ εἶναι θεοὺς ἐν τούτῳ γε καὶ οὐκ ἐν ἄλλῳ τῳ ξυγγράμματι· τοῦ γάρ τοι Ἀπόλλωνος τεθεικὼς τὸν χρησμόν, ὃς διδάσκει, πῶς χρὴ τοῖς ἐπιχθονίοις, πῶς δὲ τοῖς ὑποχθονίοις θύειν θεοῖς, καὶ πῶς μὲν τοῖς ἐναλίοις, πῶς δὲ τοῖς ἐπουρανίοις καὶ αἰθερίοις, διελέγχει τοῦτον ὡς οὐκ εὖ ἔχοντα τὸν χρησμόν, μὴ χρῆναι φάσκων θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας· εἶναι γὰρ πάντων ἀδικώτατον τὸ ζῳοθυτεῖν καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσφιλές. Εἶτα τὸν Θεόφραστον εἰσάγει λέγοντα, ὡς θεοῖς οὐχ ἁρμόζουσιν, ἀλλὰ δαίμοσιν, αἱ διὰ ζῴων θυσίαι. Κωμῳδεῖ δὲ καὶ τὰς τῶν παλαιῶν ἀνθρωποθυσίας καὶ διηγεῖται παμπόλλας παρὰ πολλῶν γεγενημένας. Ἔπειτα διδάξας, ὡς οἱ πονηροὶ ταύτας τελεῖσθαι ἐκέλευον δαίμονες, ἐπήγαγεν· «Διὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβήσεται τοιαύταις χρῆσθαι θυσίαις, δι' ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς τοιούτους, σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται.»