Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.17
Not analysed yet
Ἀλλ' ὁ Πύθιος τἀναντία τῷ Πορφυρίῳ νομοθετεῖ· κελεύει γὰρ τῷ χρησμὸν ἐξαιτοῦντι λύτρα τινὰ δοῦναι τῷ πονηρῷ δαίμονι, χοὰς καὶ πυρὴν καὶ αἷμα κελαινὸν καὶ οἶνον παμμέλανα· καὶ τοιαῦτα ἄττα προσθείς, καὶ τὴν εὐχήν, ἣν δεῖ θύοντα προσενεγκεῖν, ἐξεπαίδευσεν· δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχὼς ἠερίων ὑπένερθε μυχῶν, χθονίων δ' ἐφύπερθεν. Καὶ ταῦτα δὲ ὁ Πορφύριος ἐν αὐτῷ γε τῷ ξυγγράμματι τέθεικε, τοῦτον διελέγχων ὡς οὐκ ὄντα θεόν, τὸν δὲ οἰκεῖον κρατύνων λόγον, ὡς οὐκ εἰσὶ θεοὶ ταῖς θυσίαις οἱ χαίροντες.