Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.34
Not analysed yet
Ὁποίους δὲ οὗτος τέθεικε νόμους, ἐν τῇ πρὸ ταύτης δεδηλώκαμεν διαλέξει. Ξενηλασίας γὰρ ἐνομοθέτησε καὶ παίδων ἔρωτας ἀκολάστους καὶ γυναικῶν ὁμιλίας ἀθέσμους, καὶ τοὺς γαμηλίους ἀνατέτραφε νόμους. Ἀλλ' ὁ σοφώτατος καὶ μουσικώτατος μάντις αὐτὸς ἔφη τούτους δεδωκέναι τοὺς νόμους καὶ θεὸν καλεῖ τὸν ταῦτα νομοθετήσαντα καὶ ἀγνοεῖν ὁμολογεῖ, πότερον χρὴ θεὸν αὐτὸν καλεῖν ἢ ἄνθρωπον· καὶ τὸ τιμιώτερον δοῦναι θελήσας, οὐ δέδωκεν ὡς θεός, ἀλλ' «ἔλπομαι» εἶπεν ὡς ἄνθρωπος.