Ancient Greek
10.35 to 10.42
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.35-42
Not analysed yet
Οὗτος καὶ τὰς Λακεδαιμονίων ἐπαινεῖ γυναῖκας ἀδεῶς οἷς ἂν ἐθέλωσι μιγνυμένας καί φησιν· γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον, ἵπποι Θρηΐκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, ἄνδρες δ' οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. Οὗτος καὶ τὸν Ἀρχίλοχον, αἰσχρότατον γενόμενον ποιητήν, ἀοίδιμον προσηγόρευσε καὶ ἀθάνατον· καὶ πρὸς τὸν τοῦδε ἔφη πατέρα· ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις, ἔσσετ' ἐν ἀνθρώποις. Καὶ τῷ Ὁμήρῳ ἔφη· «Ὄλβιε καὶ δύσδαιμον,» τὸ μὲν διὰ τὴν ἐπιγενομένην τυφλότητα, τὸ δὲ διὰ τὴν ποίησιν, ἣν κατὰ πάντα εὖ ἔχειν ὑπέλαβε· δι' ἣν αὐτὸν ὁ Πλάτων μύρῳ κατὰ τὰς χελιδόνας ἀλείψας, τῆς ὑπ' αὐτοῦ ξυντεθείσης ἀπέπεμψε πόλεως. Οὗτος καὶ Κλεομήδη τὸν πύκτην θείας ἐκέλευσεν ἀξιοῦσθαι τιμῆς· ὕστατος ἡρώων, φησί ,Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶσθ' ὡς οὐκέτι θνητὸν ἐόντα. Ὅσας δὲ οὗτος μιαιφονίας τετόλμηκεν, ἤδη πρόσθεν εἰρήκαμεν. Καὶ Μηθυμναίοις δὲ τοῦτον ἔδωκε τὸν χρησμόν· ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώϊον ἔσται, φαλληνὸν τιμῶσι Διωνύσοιο κάρηνον. Καὶ οὐκ ἐρυθριᾷ τῶν θεῶν ὁ σοφώτατος, ὃν Φοῖβον οἱ ποιηταὶ προσωνόμαζον, ὡς δὴ ἁγνὸν καὶ ἀμίαντον, τοῦ Διονύσου τὸ ἀκροπόσθιον τιμᾶσθαι χρησμῳδήσας. Οὗτος ἐμπιπραμένῳ μὲν οὐκ ἐπήμυνε τῷ οἰκείῳ νεῷ, ἔφη δὲ τοῦτον παρὰ τῶν Μοιρῶν εἰληφέναι τὸν κλῆρον καὶ μονῳδίαν ᾖσε, τὸ πάθος ὀλοφυρόμενος. Ἐγὼ δὲ ταύτης τὸ τέλος ἐρῶ· τέτλαθι Μοιράων ἀμετάτροπα δήνεα θυμῷ· ταῖσι γὰρ οὐρανίδαο Διὸς κατένευσε κάρηνον, ὅττι κε δινήσωσι, μένειν ἀσάλευτον, ἀτράκτοις. Αἶσα γὰρ ἦν δολιχοῖσι χρόνοις περικαλλέα σηκὸν πυρσῶν αἰώρῃσι διιπετέεσσι δαμῆναι. Καὶ ἕτερα δὲ μυρία ἔστιν εὑρεῖν ἐν τοῖς τούτου χρησμοῖς καταγέλαστα. Ξυνήγαγε δὲ τούτους οὐ μόνον ὁ Πορφύριος ἐν τοῖς Περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἀλλὰ καὶ ὁ κυνικὸς Οἰνόμαος, διελέγχων τῶν χρησμολόγων τὸ ψεῦδος. Οἰνομάου δὲ καὶ Πορφυρίου καὶ Πλουτάρχου καὶ Διογενιανοῦ καὶ τῶν ἄλλων ὑμῶν ἕνεκα ἐπεμνήσθην, ἐπειδήπερ ὑμῖν τὰ ὑμέτερα λέγοντές εἰσιν ἀξιόχρεοι· ἡμῖν δὲ ἀρκεῖ τῶν πραγμάτων ἡ μαρτυρία, γεγωνοτάτῃ κεχρημένη φωνῇ καὶ τὸ τῶν χρηστηρίων διελέγχουσα ψεῦδος.