Ancient Greek
10.43 to 10.45
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.43-45
Not analysed yet
Πρὸ μὲν γὰρ δὴ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας, οἷόν πού τινος ζόφου τὴν οἰκουμένην κατέχοντος, καθάπερ τινὲς λῃσταὶ καὶ λωποδύται, οἱ τῶν ἀνθρώπων ἀλάστορες, οἱ παμπόνηροι δαίμονες, καὶ λόχοις ἐχρῶντο καὶ πάγαις καὶ ἄρκυσι παντοδαπαῖς, ἀγρεύοντες τῶν ἀνθρώπων τὴν φύσιν· ἐπειδὴ δὲ ἀνέσχε τῆς ἀληθείας τὸ φῶς, ἐδραπέτευσαν ἅπαντες καὶ τοὺς οἰκείους κατέλιπον χηραμούς. Τῷ τοι ἐβόων αὐτίκα φανέντος· «Ἔα· τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Καὶ ἕτεροι δὲ πάλιν ὥρκουν αὐτόν, ἵνα μὴ αὐτοὺς εἰς τὴν ἄβυσσον πέμψῃ. Ἐν δὲ Φιλίπποις τὸ πνεῦμα τοῦ Πύθωνος περὶ τῶν ἀποστόλων ἐβόα· «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵ τινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.» Θεασάμενοι τοίνυν πανταχοῦ διατρέχον τῆς ἀληθείας τὸ κήρυγμα, καθάπερ στρατιῶται φυγάδες πολλὰ δεινὰ καὶ παράνομα δεδρακότες, εἶτα τῆς τοῦ βασιλέως αἰσθόμενοι παρουσίας, ἀπέδρασαν καὶ γυμνὰς τὰς ἐνέδρας κατέλιπον.