Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.46
Not analysed yet
Ὁ δὲ τῶν ὅλων παμβασιλεὺς τὰ τούτων κατέλυσεν ὁρμητήρια· καὶ οὔτε τῆς Κασταλίας προαγορεύει τὸ ὕδωρ, οὔτε Κολοφῶνος ἡ πηγὴ προθεσπίζει, οὐχ ὁ Θεσπρώτιος λέβης μαντεύεται, οὐχ ὁ τρίπους ὁ Κιρραῖος χρησμολογεῖ, οὐ τὸ Δωδωναῖον χαλκεῖον ἀδολεσχεῖ, οὐχ ἡ πολυθρύλητος φθέγγεται δρῦς, ἀλλὰ σιγᾷ μὲν ὁ Δωδωναῖος, σιγᾷ δὲ ὁ Κολοφώνιος καὶ Δήλιος καὶ Πύθιος καὶ Κλάριος καὶ Διδυμαῖος καὶ ἡ Λεβαδία καὶ ὁ Τροφώνιος καὶ ὁ Ἀμφίλοχος καὶ ὁ Ἀμφιάραος καὶ ὁ Ἄμμων καὶ ἡ τῶν Χαλδαίων καὶ Τυρρηνῶν νεκυία.