Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.71
Not analysed yet
Καὶ αὖθις βοᾷ· «Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Ἰδοὺ ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε· λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου καὶ τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε.» Ὁρῶντες τοίνυν βασιλεύοντα τῆς οἰκουμένης τὸν δεσπότην Χριστὸν καὶ πάντα τὰ ἔθνη τούτου τὴν δεσποτείαν ἀσμένως ὑμνολογοῦντα, καὶ νοήσατε τὴν προφητείαν καὶ θαυμάσατε τὴν ἀλήθειαν.