Ancient Greek
10.72 to 10.74
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.72-74
Not analysed yet
Ἀκούσατε δὲ καὶ τῶν ἑξῆς· «Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου τὸ ὄνομα αὐτοῦ τὸ ἔνδοξον.» Καὶ πάλιν· «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Εἶπον· ἰδού εἰμι, ἰδού εἰμι, ἔθνη, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου.» Καὶ πᾶσα δὲ ἡ προφητεία τῶνδε τῶν λόγων ἀνάπλεως. Ἀλλ' ἵνα καὶ τοὺς ἄλλους προφήτας ξυνῳδὰ προθεσπίσαντας δείξωμεν, ἀκούσατε Ἱερεμίου βοῶντος· «Ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσι τὴν Ἱερουσαλὴμ Θρόνος Κυρίου· καὶ συναχθήσεται εἰς αὐτὴν πάντα τὰ ἔθνη, καὶ οὐ πορεύσονται ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς.» Ἀθρήσατε, ὦ ἄνδρες, τῶν ῥημάτων τὴν ξυμφωνίαν καὶ βλέπετε πάντας πανταχόθεν ἀνθρώπους εἰς ἐκείνην τὴν πόλιν ξυντρέχοντας, ἣ τὸ δεσποτικὸν καὶ σωτήριον ἐδέξατο πάθος, καὶ τὴν μὲν τῶν εἰδώλων ἐξαπάτην βδελυττομένους, τῷ ἐσταυρωμένῳ δὲ τὸ ἐκείνων σέβας προσφέροντας.