Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.75
Not analysed yet
Τοῦ δὲ αὐτοῦ προφήτου καὶ ταῦτα· «Τάδε λέγει Κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε· ἐκζητήσατε τρίβους Κυρίου αἰωνίας, καὶ ἴδετε, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγίασμα ταῖς ψυχαῖς ὑμῶν. Καὶ εἶπον· οὐ πορευσόμεθα. Καθέστακα ἐφ' ὑμᾶς σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος. Καὶ εἶπον· οὐκ ἀκουσόμεθα. Διὰ τοῦτο ἤκουσε τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ πρόβατα ἐν αὐτοῖς.»