Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.10
Not analysed yet
Τοιγάρτοι οὔτε τὴν φύσιν ἐκείνην οὔτε τὴν δύναμιν οὔτε μὴν τὴν σοφίαν μιμήσασθαι δυνατόν· τοῦ ἀγαθοῦ μέντοι καὶ δικαίου καὶ ἡμέρου καὶ φιλανθρώπου τύπους ἀμηγέπη τινὰς ἐκμάξασθαι οἷόν τε. Καὶ γὰρ ὁ δεσπότης Χριστὸς ταύτην τοῖς τελειότητος ἐφιεμένοις τὴν μίμησιν προὔθηκε· «Γίνεσθε» γάρ φησιν «οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν· ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.»