Ancient Greek
11.11 to 11.12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.11-12
Not analysed yet
Καὶ ὁ τοῦ Πλάτωνος δὲ διδάσκαλος, ὁ Σωφρονίσκου Σωκράτης, οὐ τὸν πλούτῳ περιρρεόμενον καὶ ἐξ οὐρίων φερόμενον, ἀλλὰ τὸν δικαιοσύνῃ κοσμούμενον εὐδαίμονα εἰώθει καλεῖν· καὶ ἀσεβεῖς ὠνόμαζε τοὺς τὸ ξυμφέρον τοῦ δικαίου χωρίζοντας· μόνον γὰρ εἶναι ξυμφέρον τὸ δίκαιον ἔλεγεν. Οἱ δέ γε ῥήτορες τούτων ἐπαΐειν τῶν λόγων οὐκ ἤθελον· ἄλλο γάρ τι παρὰ τὸ ξυμφέρον εἶναι τὸ δίκαιον ἔλεγον, ἀξύμφορον ταύτῃ πῃ τὸ ξυμφέρον δεικνύντες· ἄδικον γὰρ δήπουθεν τὸ τοῦ δικαίου κεχωρισμένον· τὸ δέ γε ἄδικον βλαβερόν· τὸ δὲ βλαβερὸν οὐκ ἂν εἰκότως κληθείη ξυμφέρον.