Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.13
Not analysed yet
Ὁ μὲν οὖν Πλάτων καὶ Σωκράτης καὶ ξύμφωνα ἐφάτην καὶ ἀξιέπαινα· Ἀριστοτέλης δέ, τῆς Πλάτωνος διδασκαλίας μεταλαχών, τούτων οὐκ ἀπώνατο τῶν δογμάτων, ἀλλὰ ξυμπληροῦσθαι τὴν εὐδαιμονίαν ἐκ τριγενείας ἔφη, ἐκ τῶν κατὰ ψυχήν, ἐκ τῶν κατὰ σῶμα, ἐκ τῶν ἐκτός· χρῆναι γὰρ τὸν εὐδαίμονα ἔλεγε μὴ μόνον ἀρετῇ κοσμεῖσθαι, ἀλλὰ καὶ ῥώμην ἔχειν καὶ ὥρᾳ λάμπειν καὶ πλούτῳ περιρρεῖσθαι· τὸν δέ τινος τούτων ἐστερημένον ἥκιστα καλεῖσθαι εὐδαίμονα.