Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.67
Not analysed yet
Τὰς γάρ τοι κολάσεις καὶ τὰς τῶν ἀγαθῶν ἀντιδόσεις κἀκεῖνος εἶναι ξυνωμολόγησε, καὶ τὰ θεῖα ἐπέδειξε λόγια, καὶ τὰ καινὰ καὶ τὰ παλαιά· δικαστὰς δὲ ἐκεῖνος μὲν ἑτέρους εἰσήγαγε, τὸν Αἰακὸν καὶ τὸν Μίνω καὶ τὸν Ῥαδάμανθυν, ἄνδρας οὐδὲ πάντα ἐπαινουμένους, τοῦ δὲ Μίνω καὶ πολλὰ ἄττα κατηγοροῦσί τινες· ἡμεῖς δὲ προσμένομεν δικαστὴν τὸν ἡμέτερον ποιητήν, τὸν καὶ τὴν φύσιν, ἣν ἔπλασεν, ἀκριβῶς ἐπιστάμενον καὶ ταύτης οὐ μόνον τὰς πράξεις καὶ τοὺς λόγους γινώσκοντα, ἀλλὰ καὶ αὐτὰ τὰ τῆς ἐννοίας κινήματα. Δικάσει δὲ τὴν τῆς ἡμετέρας φύσεως στολὴν περικείμενος·