Ancient Greek
11.78 to 11.79
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.78-79
Not analysed yet
Ἐπειδὴ τοίνυν καὶ ταῦτα προεῖπεν ὁ δεσπότης καὶ τὰ ἐν ἐκείνῳ γε τῷ βίῳ γενησόμενα προηγόρευσεν, ὁρῶμεν δὲ ἀναφανδὸν τὴν τούτων ἀλήθειαν, ἀναμφισβητήτως κἀκεῖνα δεξώμεθα, ἀπὸ τῶν ἤδη γεγενημένων ποδηγούμενοι πρὸς ἐκεῖνα καὶ κεχρημένοι τούτοις τεκμηρίοις ἐκείνων. Τούτου γὰρ δὴ εἵνεκα καὶ ταῦτα κἀκεῖνα προείρηκεν, ἵνα διὰ τούτων ἐμπεδώσῃ κἀκεῖνα. Καὶ τιμάς, ἃς οὐχ ὑπέσχετο, τοῖς εἰς αὐτὸν πεπιστευκόσι φιλοτίμως ἀπένειμεν· καὶ οὐ μόνον τοῖς ζῶσι παμπόλλην ἔδωκε περιφάνειαν, ἀλλὰ καὶ τοῖς ἄριστα τετελευτηκόσι πλεῖστον ξυνεκλήρωσε σέβας, ἵνα δι' ὧν οὐχ ὑπέσχετο μέν, ἔδωκε δέ, πιστεύσωμεν οἷς ὑπέσχετο.