Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.13
Not analysed yet
Καὶ ἕτερα δὲ τῶν εἰρημένων πολλαπλάσια εὕροι τις ἂν ἐν τῇδε τῇ μελῳδίᾳ· ἔμπλεως γὰρ ἡ προφητεία τῆς τοιαύτης διδασκαλίας. Καὶ Μωϋσῆς δὲ ὁ νομοθέτης δείκνυσιν ἐν τοῖς νόμοις, τί μὲν ἀρέσκει τῷ τῶν ὅλων Θεῷ, τί δ' αὖ πάλιν ἐχθραίνει. Καὶ μέντοι καὶ Ἡσαΐας καὶ Ἱερεμίας καὶ Ἰεζεκιὴλ καὶ Δανιὴλ καὶ πᾶς ὁ τῶν προφητῶν χορὸς ταύτην ἡμᾶς τὴν διαφορὰν ἐξεπαίδευσεν.