Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.26
Not analysed yet
Ἐν δὲ τούτοις ὁ Πλάτων τὴν τῶν ἡμετέρων φιλοσόφων ἐζωγράφησε πολιτείαν· οὐ γὰρ δή τις παρ' ἐκείνοις τοιοῦτος ἐγένετο. Ὁ μὲν γὰρ Σωκράτης, τῶν φιλοσόφων ὁ κορυφαῖος, κἀν τοῖς γυμνασίοις κἀν τοῖς ἐργαστηρίοις διαλεγόμενος διετέλει· καὶ ποτὲ μὲν ἐν ἄστει διέτριβε, ποτὲ δὲ εἰς Πειραιᾶ κατιὼν τὰς πομπὰς ἐθεώρει· καὶ τοῖς ὁπλίταις δὲ ξυνταττόμενος καὶ ἐν Ποτιδαίᾳ καὶ ἐν Δηλίῳ παρετάττετο· καὶ μέντοι καὶ εἰς ξυσσίτια ἀπιὼν ἠνείχετο καὶ Ἀριστοφάνους κωμῳδοῦντος καὶ Ἀλκιβιάδου κωμάζοντος—τοῦτο γὰρ διδάσκει τοῦ Πλάτωνος τὸ Ξυμπόσιον—