Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.27
Not analysed yet
καὶ εἰς θέατρον ἀναβαίνων ξυνεθεᾶτο τῷ δήμῳ. Ἥκιστα τοίνυν αὐτῷ προσήκει τὰ παρὰ Πλάτωνος εἰρημένα. Εἰ δὲ τούτῳ οὐ προσῆκε, σχολῇ γ' ἂν ἄλλῳ τῳ ἁρμόσειεν. Οἱ δὲ τῆς εὐαγγελικῆς ἐρασθέντες φιλοσοφίας πόρρωθεν τῶν πολιτικῶν θορύβων γεγένηνται· τὰς δὲ τῶν ὀρῶν ἀκρωνυχίας κατειληφότες ἢ τὸν ἐν ἐρήμοις χωρίοις ἀγαπήσαντες βίον, τῇ θεωρίᾳ τῶν θείων καὶ τῷ ταύτῃ ξυνηρμοσμένῳ σφᾶς αὐτοὺς ἀπεκλήρωσαν βίῳ, οὐ γυναικῶν καὶ παίδων καὶ κτημάτων ἐπιμελούμενοι, ἀλλὰ τὰς ψυχὰς κατά γε τὸν κανόνα τῶν θείων διευθύνοντες νόμων καὶ οἷόν τινες ἄριστοι ζωγράφοι πρὸς τὰ ἀρχέτυπα τῆς ἀρετῆς τὰς νοερὰς αὐτῶν ζωγραφοῦντες εἰκόνας.