Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.28
Not analysed yet
Ὅτι γὰρ δὴ τούτοις ἁρμόττει τὰ παρὰ Πλάτωνος εἰρημένα, μάρτυς αὐτὸς μετὰ πλεῖστα εἰπών· «Ἄγροικον δὲ καὶ ἀπαίδευτον ὑπ' ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβαλλόμενον. Γῆς δὲ ὅταν μυρία πλέθρα ἢ εἴ τι πλέον ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυμαστὰ πλήθη κέκτηται, πάνυ σμικρὰ δοκεῖ ἀκούειν εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν.»