Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.29
Not analysed yet
Ὅτι δὲ τῶν παρ' Ἕλλησι πεφιλοσοφηκότων οὐδεὶς ἐν ὄρει σηκὸν δειμάμενος ᾤκησεν, ἱκανὰ μὲν καὶ τὰ παλαιὰ δηλῶσαι ξυγγράμματα, μαρτυρεῖτε δὲ καὶ ὑμεῖς, τοῖς τοῦτον μετιοῦσι νεμεσῶντες τὸν βίον. Ἀλλ' ὁ Πλάτων τοῦτον εἴρηκεν ἀξιαγαστότατον εἶναι·