Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.30
Not analysed yet
ξύμφωνα δὲ κἀν τῷ δευτέρῳ τῆς Πολιτείας ἔφη· «Τὸν γὰρ τοιοῦτόν» φησι «θέντες, τὸν δίκαιον αὖ παρ' αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἁπλοῦν καὶ γενναῖον, κατ' Αἰσχύλον, οὐ δοκεῖν, ἀλλ' εἶναι ἀγαθὸν ἐθέλοντα. Ἀφαιρετέον δὲ τὸ δοκεῖν· εἰ γὰρ δόξαι δίκαιος εἶναι, ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαί, δοκοῦντι τοιούτῳ εἶναι· ἄδηλον οὖν, εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη.