Ancient Greek
12.31 to 12.32
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.31-32
Not analysed yet
Γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης, καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ. Μηδὲν γὰρ ἔχων, δόξαν ἐχέτω μεγίστην ἀδικίας, ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην, τῷ μὴ τίθεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ἀπ' αὐτῆς γινομένων· ἀλλ' ἔστω ἀμετάστατος μέχρι θανάτου, δοκῶν εἶναι ἄδικος διὰ βίου.» Καὶ ταῦτα δὲ ὡσαύτως τοῖς ἡμετέροις ἁρμόττει τῆς ἀρετῆς ἀθληταῖς. Οὐ γὰρ Ἀντισθένει καὶ Διογένει καὶ Κράτητι παραπλησίως κενῆς ἕνεκα δόξης, ἀλλ' αὐτοῦ γε εἵνεκα τοῦ καλοῦ δρῶσιν, ἃ δρῶσιν. Διὸ δὴ καὶ πόλεων καὶ κωμῶν πόρρω διάγουσι, τὴν ἀρετὴν κατακρύπτοντες καὶ μόνῳ γε τῷ ταύτης ἀγωνοθέτῃ δεικνύντες.