Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.33
Not analysed yet
Ἀλλ' ὑμεῖς τοὺς μὲν οὕτως ἀγωνιζομένους οὔτε θεωρεῖν οὔτε θαυμάζειν ἐθέλετε. Εἰ δέ τινας ἴδοιτε τὸ μὲν πρόσχημα τοῦτο περικειμένους, οὐ πάντα δὲ ξυνομολογοῦντα τῷ σχήματι βίον ἀσπαζομένους, εὐθὺς εἰς λοιδορίαν κινεῖτε τὴν γλῶτταν. Καὶ εἰ μὲν ἐκείνους ἐβάλλετε μόνους, εἶχεν ἄν τινα τὸ γινόμενον λόγον· ἐπειδὴ δὲ μετ' ἐκείνων καὶ τοὺς ἄντικρυς ἐναντίως διακειμένους ἐκείνοις καὶ ἀληθῶς φιλοσοφοῦντας κωμῳδεῖν πειρᾶσθε καὶ διασύρειν, τὸν ἀδικώτατον ὑμῶν δῆλον ποιεῖτε σκοπόν. Οὐ γὰρ τοῖς πονηροῖς ἀπεχθάνεσθε, ἀλλὰ τὸν ἀξιέπαινον διαβάλλετε βίον, ὅμοιον ποιοῦντες, ὥσπερ ἂν εἴ τις πίθηκον ἰδὼν μιμούμενον ἄνθρωπον, δι' ἐκείνην τὴν μίμησιν καὶ τῶν ἀνθρώπων μισήσοι τὴν φύσιν.