Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.34
Not analysed yet
Ταύτης δέ τοι τῆς γνώμης οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ Πλάτων κατηγορεῖ· ἐν γάρ τοι τῷ Θεαιτήτῳ φησίν· «Σκεψώμεθα δέ πῃ τῇδε. Φέρ', εἴ τις αἰγῶν τροφήν, καὶ τὸ ζῷον αὐτὸ κτῆμα ὡς καλόν ἐστιν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοιοῦτον ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν; —