Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.35
Not analysed yet
Καὶ πῶς;» Ταῦτα τοῦ Πλάτωνος, ὦ ἄνδρες, οὐκ ἐμὰ τὰ ῥήματα. Ἐδίδαξε δὲ μὴ ἅπαντα σκώπτειν τὰ θρέμματα διὰ τὰ κακῶς ὑπὸ κακῶν ἀρχόντων ἀγόμενα ἢ ἄρχοντος πάμπαν ἐστερημένα. Καὶ ἀλλαχοῦ δὲ πάλιν διαρρήδην διδάσκει, ὡς φιλοσόφων πλῆθος ἀδύνατον γενέσθαι· ναρθηκοφόροι μὲν γὰρ πολλοί, φησί ,βάκχοι δέ τε παῦροι. Τοῦτο δὲ καὶ ὁ δεσπότης ἔφη Χριστός· «Πολλοὶ» γὰρ εἶπε «κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί».