Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.49
Not analysed yet
Οὕτως ἀνέδην ἐλάγνευεν. Τούτου Κράτης ὁ Θηβαῖος τὸν βίον ἐζήλωσε καὶ πολλαῖς μὲν εὐφημίαις τὴν ἀρετὴν ἐστεφάνωσεν· αὐτοῦ γὰρ δὴ ὅδε ὁ λόγος· ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκαμπτοι ἀθάνατον βασιλείαν ἐλευθερίαν τ' ἀγαπῶσιν. Οὗτος εἰώθει λέγειν, τῆς εἰς τὰ ἀφροδίσια ὁρμῆς κατάπλασμα λιμὸν εἶναι, εἰ δὲ μή, βρόχον. Ἀλλὰ τοῦ πάθους ἐπαναστάντος, Ἱππαρχίαν τὴν Μαρωνεῖτιν δημοσίᾳ ἔγημε καὶ τὰ κυνογάμια ἐν τῇ Ποικίλῃ ἐτέλεσεν, ἐρρῶσθαι πολλὰ φράσας τῇ ὑψηγορίᾳ τῶν λόγων.