Ancient Greek
Book p
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 15
Not analysed yet
Ἀλλὰ γὰρ καὶ τῆς πρακτικῆς ἀρετῆς ἐπιδείκνυμι τὸ διάφορον, ἐπειδὴ μάλα καὶ τὴν Ἑλληνικὴν ξυμμορίαν ἐπὶ τοῖς πάλαι γεγενημένοις φιλοσόφοις βρενθυομένην ὁρῶ καὶ τὸν ἐκείνων βίον αἴρειν τοῖς λόγοις ἐπιχειροῦντας. Ἐπιδείξει τοίνυν ἡ δευτέρα καὶ δεκάτη διάλεξις, ὡς ὁ ἐκείνων μὲν βίος οὐ μόνον φιλοσόφων, ἀλλὰ καὶ ἀνδραπόδων ἐπαινουμένων ἀνάξιος, ὁ δὲ τῶν ἀποστόλων καὶ τῶν ἐκείνοις ἑπομένων τῆς φύσεως τῆς ἀνθρωπίνης ὑπέρτερος καὶ τοῖς σωμάτων ἀπηλλαγμένοις καὶ τὸν οὐρανὸν περιπολοῦσι προσόμοιος.