Ancient Greek
13 to 14
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 13-14
Not analysed yet
Ἡ δὲ δεκάτη διδάσκει, ὁποῖα μὲν οἱ θεῖοι χρησμοὶ προηγόρευσαν, καὶ ὡς Θεῷ πρέποντα καὶ τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώπων ἁρμόττοντα, τίνα δὲ ὁ Πύθιος καὶ ὁ Δωδωναῖος καὶ οἱ ἄλλοι τῶν Ἑλλήνων ψευδομάντεις προειπόντες ἐφωράθησαν μὲν ψευδόμενοι καὶ τῶν ἐσομένων οὐδὲν προγινώσκοντες, τοιαῦτα δὲ τεθεσπικότες, ὁποῖα οὐδὲ τῶν ἐπιεικῶν τις ἀνθρώπων ἠνέσχετο ἂν εἰσηγήσασθαι, Ἐπειδὴ δὲ καὶ περὶ τέλους καὶ κρίσεως ἔδει γνῶναι τοὺς ἀγνοοῦντας, τίνα μὲν ἡμεῖς, τίνα δὲ ἐκεῖνοι διδάσκουσι, ταύτην ἡ πρώτη καὶ δεκάτη διάλεξις τοῖς ἐντυχεῖν βουλομένοις τὴν διδασκαλίαν προσφέρει.