Ancient Greek
Book p
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 17
Not analysed yet
Ἐγὼ μὲν οὖν τῆς τε τῶν νοσούντων ἕνεκα θεραπείας καὶ τῆς τῶν ὑγιαινόντων προμηθούμενος ὠφελείας τοῦτον ἀνεδεξάμην τὸν πόνον· τοὺς δὲ τοῖς ἀλλοτρίοις ἐντυγχάνοντας πόνοις παρακαλῶ, εἰ μὲν ἅπαντα εὖ ἔχει τὰ γεγραμμένα, τὸν τούτων ἀνυμνῆσαι δοτῆρα καὶ τοῖς πεπονηκόσι προσευχὰς ἀντιδοῦναι· εἰ δέ τινα ἐλλείπει, μὴ πάντων ὁμοῦ τούτων εἵνεκα καταγνῶναι, ἀλλ' ἐκ τῶν εὖ εἰρημένων τὸ κέρδος κομίσασθαι.